On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ τῆς πέψεως ὅθεν ὁ λόγος ἐξέβη

πάλιν τὰ ἐπίλοιπα λεκτέον. ὡς γὰρ ἐπὶ τὸ πᾶν ὧν μὲν ὁ καρπὸς ὑγρὸς καὶ γυμνὸς ἢ λεπτὸν ἔχων περὶ αὑτὸν κέλυφος ταῦτα μὲν πρωΐκαρπα καθάπερ ἄμπελος καὶ συκῆ, μάλιστα δὲ συκάμινος· αὕτη γὰρ γυμνὸν ἔχει τὸν καρπὸν ὥσθ᾽ ὅσον ἂν ὁ ἥλιος ἐπέλθῃ, ταχὺ προηλλοίωσε βραχείας δέομενον θερμότητος· ἅμα δὲ καὶ ἐν αὐτῷ συνεργάζεται δύναμις ἰσχυρὰ καὶ ἀθρόως ἐπιοῦσα καθάπερ καὶ πρὸς τὴν βλάστησιν·

ἡ γὰρ ὀψιότης ἐποίησεν ἀθροισμὸν, ὅθεν αἵ τε βλαστήσεις ἀθρόαι καὶ μετὰ φορᾶς γίνονται νεανικῆς ὥστε καὶ ψόφον ποιεῖν καθάπερ τινές φασι καὶ αἱ πέψεις ταχεῖαι· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ καὶ τοῖς σίτοις ὑπὸ τῶν χειμώνων κατεχομένοις· ἀνεθέντες γὰρ οὕτω ταχείας ποιοῦνται τὰς αὐξήσεις ὥστε μὴ πολὺ καθυστερεῖν ἢ μὴ κατὰ λόγον τοῖς εὐδιεινοῖς.

ἡ μὲν οὖν τῆς συκαμίνου διὰ τοῦτο πρώϊος. ὡς δὲ Μενέστωρ φησὶν, ἡ μὲν βλάστησις αὐτῆς ὀψία διὰ τὴν ψυχρότητα τοῦ τόπου, ἡ δὲ πέψις ταχεῖα διὰ τὴν ἀσθένειαν· οἱ δὲ τῆς ἀμπέλου καὶ τῆς συκῆς ὀψιαίτεροι, ὅτι καὶ τὰ κελύφη περίκειται καὶ ὑγρότης πλείων καὶ παχυτέρα. καὶ τὸ μὲν σῦκον μεῖζον τῷ ὄγκῳ καὶ ἀθροωτέρα πως ἡ πέψις αὐτῶν, οἱ δὲ βότρυες καὶ τῷ πλήθει πλείους ὡς πρὸς τὴν δύναμιν καὶ ἐν τούτοις ἀθρόος ὁ καρπὸς καὶ οὐ διειλημμένος, ἔτι δὲ ὑπόσκιος καὶ οὐχ ὁμοίως ὑπαίθριος καὶ ἡ ὑγρότης πολλὴ, φύσει γὰρ τὸ δένδρον φίλυδρόν ἐστιν. ἔτι δὲ καὶ ταύτῃ συμβαίνει τὸ μὴ ἀθρόον ἀλλὰ κατὰ μέρος πέττειν δι᾽ ὃ καὶ πολὺν διαμένει χρόνον καὶ ἐπὶ πλεῖον δὴ τούτοις ἡ ὑγρότης λεπτὴ καὶ ὑδατώδης. ἅπαντα γὰρ τὰ γλυκέα βραχυτέρας ποιεῖ τὰς πεπάνσεις, ἐὰν δὲ δή τις καὶ πρὸς τὰς ἡμετέρας χρείας ποιῇ τὰς ἀφαιρέσεις ἔτι μᾶλλον.

αὐτῶν μὲν οὖν τούτων σχεδὸν ἐν τούτοις αἱ αἰτίαι τοῦ πρότερον καὶ ὕστερον. οὐ μὴν καθόλου τῶν δένδρων ἐστὶ τὸ πρώϊον. πολ

λαὶ γὰρ διαφοραὶ καὶ ἀμπέλων καὶ συκῶν ὥστ᾽ ἐνίων πόρρω πάνυ πεπαίνεσθαι, δι᾽ ὅπερ ἴσως τὰς καθόλου λεκτέον αἰτίας. πρωΐκαρπα μὲν ὅσα μήτε κάθυγρα μήτε ψυχρὰ τοῖς ὀποῖς, ἔτι δὲ γυμνὰ ἢ λεπτοῖς ὑμέσι περιεχόμενα καὶ τὴν πέψιν ἔχοντα τῶν χυλῶν ὑδαρῆ καὶ μὴ παχεῖαν·

ὀψίκαρπα δὲ τὰ ἐναντία τούτων ὅσα κάθυγρα καὶ ψυχρὰ καὶ τοῖς καρποῖς ἢ τοῖς περικαρπίοις ξυλώδη καὶ σκληρὰ καὶ ὧν αἱ περιοχαὶ τοιαῦται καὶ ἅμα πλείους, ἔτι δὲ ὧν οἱ χυλοὶ καὶ πρὸς τὰς πέψεις λιπαροὶ ἢ ἄλλην τινὰ ἔχοντες παραπλησίαν δύναμιν. ἐὰν ξηροί τε καὶ ὀλίγην ἔχοντες ἅμα καὶ τοιαύτην ὑγρότητα πρὸς τὴν πέψιν·

ἅπαντα γὰρ ταῦτα κωλυτικὰ τῶν πέψεων. ἐκ δὲ τῶν καθ᾽ ἕκαστα θεωροῦσι σύμφωνος ὁ λόγος τῶν γιγνομένων. τῶν γὰρ ἀειφύλλων ἅπανθ᾽ ὡς εἰπεῖν ὀψίκαρπα. ξυλώδεις δὲ οἱ καρποὶ καὶ τὰ περικάρπια καθάπερ πεύκης, πίτυος, κυπαρίττου, τῶν δ᾽ αὖ ξηροὶ ἢ λιπαροὶ ἢ γλισχρότητά τινα ἔχοντες, ὥσπερ ὁ τῆς κέδρου καὶ τῆς ἰξύας, δι᾽ ὃ καὶ οὐκ ὄντες μεγάλοι δυσκατέργαστοι τῷ εἶναι τοιοῦτοι καὶ ἅμα διὰ τὴν πυκνότητα μικρὰ καὶ ἡ ἐπιρροὴ καὶ ἡ ἐπίσπασις ὅλη.

τῶν δὲ μὴ ἀειφύλλων ὅσα κάθυγρά τε καὶ ψυχρὰ καὶ ὅσα γεώδη· καὶ γὰρ ἡ ψυχρότης καὶ τὸ πλῆθος δυσέργαστον καὶ τὸ γεῶδες καὶ ἡ ξηρότης ὥσπερ τῶν ἀχράδων καὶ τῶν βαλάνων. ὅσα δὲ κέκραται πρὸς τούτοις καὶ ἐν θερμασίᾳ τυγχάνει καὶ μανὰ ταῦτα καὶ πρωϊβλαστῆ καὶ πρωΐκαρπα συμμετρίαν ἔχοντα τῆς μίξεως καὶ ἐν αὑτοῖς καὶ πρὸς τὸ περιέχον.

χρὴ δὲ λαμβάνειν ἕκαστα ὥσπερ τῶν εἰρημένων ἐὰν μή τις ᾖ κώλυσις. οὐδὲ γὰρ ἓν τούτων κύριον ἐπενεγκεῖν οὔτε πρωϊκαρπίαν οὔτε ὀψικαρπίαν οὐδέ γε πλείω ἢ πάντα, ἐὰν ἕτερ᾽ ἄττα ἐναντιώτατα. λέγω δ᾽ οἷον ἔνια γυμνόκαρπα μὲν, ὄψια δὲ, καθάπερ μίλαξ καὶ ἄλλ᾽ ἄττα βοτρυώδη. τὰ δὲ πρὸς τῷ ὀψίῳ καὶ κατὰ μέρος

πεπαίνεται καθάπερ ὁ βάτος. τούτων γὰρ τὰ μὲν, ὅτι ψυχρὰ τῇ φύσει, ὀψίκαρπα καὶ ὀψιβλαστῆ, ὅσα δὲ γυμνὰ καὶ ἀκέλυφα οὐχ ἱκανὰ περιλαμβανόμενα τῇ ὥρᾳ· τὰ δ᾽ ὅτι ξηρὰ τῇ φύσει· πᾶν δὲ τὸ ξηρὸν ἰκμάδος δεῖται καὶ πρὸς τροφὴν καὶ πρὸς πέψιν·

ὡς δὲ ὁ βλαστὸς ἀμφοτέρων μετέχει τῶν ὡρῶν ἐπὶ πολὺν χρόνον παρεκτείνων· ἀλλ᾽ ὥστε τύπῳ εἰπεῖν ταύτας ὑποληπτέον εἶναι τὰς αἰτίας. ἐπεὶ καθ᾽ ἡλικίαν ὀψικαρπότερα καὶ μὴ κατὰ τὰς ἐνιαυσίους ὥρας οἷον τὰ νέα τῶν φυτῶν διὰ πλῆθος ὑγρότητος καὶ τὸ ὅλον τροφῆς ὀψίκαρπα. τὰ δ᾽ αὖ πάλιν ὡς ὀψίφορα πόρρω τῆς ἡλικίας ὄντα καθάπερ τὸ ἐν Αἰγύπτῳ λεγόμενον δένδρον ὃ ἑκατόστῳ ἔτει μυθολογοῦσι φέρειν καρπόν. ἡ δ᾽ αὖ συκάμινος οὐδὲ πέττειν δύναται δι᾽ εὐτροφίαν καὶ πλῆθος ὑγρότητος μὴ ἐπικνισθέντων καὶ ἐπαλειφθέντων ἐλαίῳ τῶν καρπῶν. οὐ μόνον δὲ τὸ πλῆθος ὀψικαρπεῖν ποιεῖ τῆς τροφῆς, ἀλλὰ καὶ ἀκαρπεῖν ἔνια, καθάπερ ἐπί τε τῶν ἀμπέλων εἴρηται καὶ ἐπὶ τῶν ἀμυγδαλῶν καὶ ὅλως τῶν διατιτραινομένων καὶ τοῖς παττάλοις κολαζομένων.

ἅπαντα γὰρ ὅταν τοῦτο πάθωσι, τῆς ὑγρότητος ἀπελαθείσης, τὰ μὲν ἐξ ἀκάρπων κάρπιμα, τὰ δὲ καλλικαρπότερα καὶ ἐγχυλότερα γίνεται. τῆς δὲ ἀμυγδαλῆς ἐάν τις ἐγκόψας τὸν πάτταλον ἀποκαθάρῃ τὴν ἐπιρροὴν τῆς ὑγρότητος ἐπὶ ἔτη δύο ἢ τρία καὶ γλυκεῖαν ἐκ πικρᾶς γίγνεσθαί φασι. δοκεῖ δὲ καὶ ἡ συκῆ ῥιζοτομηθεῖσα καὶ κατασχασθεῖσα εὔφορός τε ἐξ ἀφόρου γίνεσθαι καὶ πολυκαρπεῖν μᾶλλον. σχεδὸν δὲ καὶ τὸ περὶ τὰς ἀμπέλους τὰς τραγώσας ὅμοιόν ἐστιν. καὶ γὰρ τούτων ἀφελεῖν δεῖ καὶ ἀντισπάσαι τὴν εἰς τὴν βλάστησιν ὁρμὴν ὅπως καρποτοκῶσιν.