On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰ δ᾽ ἀργὰ τῶν εἰργασμένων πρωϊβλαστότερα καθάπερ ἄμπελος, μηλέα, ἐλάα, συκῆ, τὰ ἄλλα, διὰ τὸ κατέχειν ἔνια τὴν θερμότητα μᾶλλον μὴ ἀνασκα

πτομένης τῆς γῆς μηδὲ γυμνουμένων τῶν ῥιζῶν· αὕτη γὰρ ἡ κινοῦσα· καὶ διὰ τὸ μηδεμίαν ἐν τοῖς ἄνω γίνεσθαι πληγὴν κλωμένων ἢ καρπολογουμένων· ἀφελκούμενα γὰρ πόνον τε παρέχει καὶ καταψύχει καὶ εἰς ὀλίγον συστέλλει. τοῖς δὲ πολλοῖς διαδίδοται κατὰ μικρὰ, δι’ ὃ ταῦτα ταῖς ὥραις ὑπακούει, καὶ ἔτι δὴ καὶ μάλισθ᾽ ὡς εἰπεῖν διὰ τὸ ἀκλάστων ὄντων καὶ ἀκαθάρτων ἐν πολλοῖς εἶναι καὶ κατὰ μικρὰ τὰς γονίμους ἀρχὰς, ὧν ἕκαστον διὰ τὴν ὀλιγότητα καὶ σμικρᾶς δεῖται κινήσεως καὶ εὐθὺς ποιεῖται τὰς ἐκβλαστήσεις· ὃ καὶ ἐπὶ τῶν ἀπίων ξυμβαίνει·

καὶ γὰρ ἐκεῖνα εὐβλαστότερα τῶν ἡμέρων ἐστὶ διὰ τὰς αὐτὰς αἰτίας· εἰς πλείω γὰρ καὶ κατὰ μικρὰ μεμερισμένων τῶν ἀρχῶν εὐκίνητα γίνεται τῷ περιέχοντι πρὸς βλάστησιν. ἔτι δὲ καὶ ἡ ξηρότης συμβάλλεται. καὶ γὰρ διὰ τοῦτ᾽ ἐλάττων ἡ ὑγρότης, τὸ δὲ ἔλαττον εὐκινητότερον. καλλίων μὲν οὖν καὶ ἀθροωτέρα τῶν εἰργασμένων ἡ βλάστησις καὶ ἡ καρπογονία, προτέρα δ᾽ ἐκείνη.

αὐτὸ δὲ τοῦτ᾽ ἄν τις ἀπορήσειε διὰ τί τὰ ἄγρια τῶν ἡμέρων ἰσχυρότερα ὄντα τοὺς καρποὺς οὐ πεπαίνει· κατὰ γὰρ τὰς δυνάμεις ἐχρῆν καὶ τὰς πέψεις εἶναι. μία μὲν δή τις αἰτία τὸ πλῆθος τῶν καρπῶν. οὐ γὰρ τοσοῦτον ὑπερίσχουσι τῷ ἰσχύειν ὅσῳ πλείω τοῦ συμμέτρου τὸν καρπὸν ἴσχουσιν· ἂν δὲ πλῆθος πολὺ κἀκείνων οὐκέτι γίνεται πέψις, δι᾽ ὃ καὶ οἱ γεωργοὶ παραιροῦσιν, ὅταν ὦσι πλείω. ἑτέρα δ᾽ ὅτι πυκνότερα καὶ ξηρότερα καὶ εἰς ἑαυτὰ μᾶλλον ἕλκοντα τὸ ὑγρὸν, ἡ δὲ τροφὴ καὶ ἡ πέψις ἐνδόσει τῆς ὑγρότητος ἣν οὐ ῥᾴδιον ἀντισπωμένην λαμβάνειν.

ἁπλῶς δ᾽ οὐ τὰ ἰσχυρότερα καὶ τροφιμώτερα καθάπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἑτέρα τις καθ᾽ ἑαυτὴν πρὸς καρπογονίαν ἰσχὺς καὶ δύναμις. μανὸν γὰρ καὶ εὐδίοδον καὶ ὑγρὸν εἶναι δεῖ τὸ καρποτοκῆσον, ἡ δὲ πυκνότης ἐναντίον ὥσπερ καὶ ἐπὶ

τῶν γυναικῶν καὶ ἐπὶ τῶν ἄλλων ζώων· ὃ καὶ ἡ γεωργία βούλεται ποιεῖν ἀφαιροῦσά τε τὰ περιττὰ καὶ τροφὴν παρέχουσα καὶ εὔειλα καὶ εὔπνοα ποιοῦσα. προφαίνει μὲν οὖν πλείω καρπὸν διὰ τὸ πρότερον εἰρημένον, τοῦτον δὲ οὐκ ἐκπέττει διὰ ταύτας τὰς αἰτίας.