On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Πότερα δ᾽ ἡ βλάστησις καὶ αὔξησις ἅμα τῶν ἄνω τε γίνεται καὶ τῶν ὑπὸ γῆς ἢ διῃρημέναι τοῖς χρόνοις; ὥσπερ τινές φασι τὰς μὲν ῥίζας αὐξάνεσθαι μετοπώρου καὶ χειμῶνος, τὰ δὲ στελέχη καὶ τοὺς ἀκρεμόνας ἔαρος καὶ θέρους καὶ μάλιστα δ᾽ ὑπὸ τὸ ἄστρον. τοῦτο δὲ κατὰ λόγον οὕτω συμβαίνειν, τῇ γὰρ πρώτῃ γενέσει κατακολουθεῖν· ἐν ἐκείνῃ γὰρ τὴν ῥίζαν πρότερον ἢ τὸν βλαστὸν ἀφιέναι πάντα· προϋπάρχειν γὰρ ἀναγκαῖον, ᾧ τὴν τροφὴν ἐπάξεται.

φανερὸν δὲ καὶ ἐν ταῖς μετοπωριναῖς φυτείαις· τότε γὰρ ῥιζοῦται οὐ βλαστάνει δὲ τὰ φυτευόμενα ἢ ἐπὶ βραχύ τι πρὸ τοῦ ἔαρος· εἰ γὰρ ἦν ἄρριζα, ἐσήπετ᾽ ἄν· ἀλλὰ διὰ τοῦτο ἐπαινοῦσι ταύτην τὴν φυτείαν, ὅτι μᾶλλον τὰς ἀρχὰς ἰσχυροτέρας ποιεῖ δι᾽ ὧν ἡ τοῦ στελέχους καὶ ἡ τῶν ἄλλων γένεσις· ὡς τά γ᾽ εὐθὺς ἀνατρέχοντα πρὸς τὴν βλάστησιν ἀσθενῆ καὶ ἄκαρπα γίνεται καθάπερ ἐπὶ τῶν σπερμάτων οἱ Ἀδώνιδος κῆποι·

πιθανὸς δὲ καὶ ταύτῃ δόξειεν ἂν ὁ λόγος ὅτι τὰ μὲν ἄνω κωλύεται διὰ τὸν πέριξ ἀέρα ψυχρὸν

ὄντα, τὰ δὲ κάτω στεγαζόμενα τῇ γῇ καὶ ἅμα συγκατακλειόμενα ὑπὸ τοῦ θερμοῦ διὰ τὴν ἀντιπερίστασιν τῇ τε ὑγρότητι καὶ τροφῇ προσαύξεται. πάντα γὰρ αὐτοῖς ὑπάρχει δι᾽ ὦν ἡ αὔξησις καὶ ἡ γένεσις. σημεῖον δὲ καὶ τὸ ἐπὶ τοῦ σίτου συμβαῖνον, ὃς ὑπὸ τοῦ χειμῶνος πιλούμενος ῥιζοῦται μᾶλλον, ὃ δὴ καρκινοῦσθαι λέγουσιν, ὡς τὴν ἀπὸ τῶν ἄνω δύναμιν καὶ τροφὴν εἰς τὰ κάτω τρεπομένην.

ταύτῃ μὲν οὖν δόξειεν ἂν μερίζεσθαι τὸ τῆς αὐξήσεως· τῇδε δὲ πάλιν οὐκ ἂν δόξειεν· ἔν τε γὰρ τῇ πρώτῃ γενέσει προτερεῖ μὲν ἡ ῥίζα τῶν βλαστῶν οὐ μὴν τοσοῦτον ὥστε χρόνου γίνεσθαι πλῆθος, ἀλλὰ βραχύ τι πάντως ὥσπερ καὶ ἐπὶ τῶν ζώων ἡ καρδία καὶ τὰ περὶ τὴν καρδίαν· ἁπλῶς γὰρ ὡς εἰπεῖν ἡ φύσις οὐθὲν καθάπερ ἡ τέχνη ποιεῖ κατὰ μέρος, ἀλλὰ πάντ᾽ ἀθρόα καταβάλλεται. συντελεῖ δὲ ἑτέρων ἕτερα πρότερον. εἰ δὲ καὶ ἐν τῇ πρώτῃ γενέσει τοῦτ᾽ ἐπί τινων ἀναγκαῖόν ἐστιν, ἀλλ᾽ οὔτι γε ἐν τῇ τροφῇ καὶ αὐξήσει, τὰ μὲν πρότερον τρέφεσθαι, τὰ δ᾽ ὕστερον, ὥσπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἅμα πως μάλιστα πάντα καὶ ὁ ὅλος ὄγκος ὥσπερ κατὰ συνέχειαν καὶ τρέφεται καὶ ἐπιδίδωσιν. ὃ καὶ κατὰ τὴν αὔξησίν ἐστι φανερόν.

ἐπεὶ καὶ ἄτοπον εἰ τὸ θρεπτικὸν, ὃ δὴ διαπλάττει καὶ δίδωσι τροφὰς, διαιρεῖται κατὰ μέρη τὴν ἐνέργειαν· ἢ πάλιν εἴ τι τῶν σωματικῶν τὸ ἐνεργοῦν οἷον πνεῦμα ἢ πῦρ· οὐδὲ γὰρ ταῦτα εἰκός, ἀλλ᾽ ὅταν ἅμα ταῖς ὥραις κινηθῶσιν ὁμοίως δι᾽ ὅλων διήκειν τῶν φυτῶν· ἓν γάρ τι τὸ γεννῶν, οὐχ ὥσπερ Ἐμπεδοκλῆς διαιρεῖ καὶ μερίζει τὴν μὲν γῆν εἰς τὰς ῥίζας, τὸν δ᾽ αἰθέρα εἰς τοὺς βλαστοὺς ὡς ἑκάτερον ἑκατέρου χωριζόμενον, ἀλλ᾽ ἐκ μιᾶς ὕλης καὶ ὑφ᾽ ἑνὸς αἰτίου γεννῶντος. ὡς ἡ τῶν ὅλων σύστασις μικρὰν ἀεί τινα λαμβάνει ἔφεξιν καὶ κατὰ τὰς τροφὰς καὶ κατὰ τὰς αὐξήσεις, ὥστε δ᾽ ὅλαις ὥραις χωρίζειν μέγα κομιδῆ τὸ

διάστημα τῶν χρόνων.

ἡ δ᾽ ὑπὸ τοῦ ψύχους κώλυσις τῆς βλαστήσεως ἀληθὴς μὲν οὐκ ἔτι δὲ ποιεῖ μερισμὸν φυσικόν. ἀλλ᾽ ὥσπερ ἐν συμβαίνοντι τὸ προσαύξεσθαι τὰς ῥίζας· ὃ καὶ καθηκούσης ἐνίοτέ γε γίνεται τῆς ὥρας ὅταν ἀντικόψῃ ὁ χειμών· ἡ μὲν γὰρ βλάστησις κατέχεται, τὸ δὲ τῶν ῥιζῶν οὐ κωλύεται διὰ τὴν ἀλέαν ὅταν ἤδη προορμώμεναι τύχωσιν εἰς ἔκφυσιν καὶ αὔξησιν ἔρχεσθαι. ἀλλὰ τοῦτο οὐ τῆς φύσεως θετέον ὃ διακωλύειν ποτὲ συμβαίνει τι τῶν ἐκτὸς, ἀλλ᾽ ὅσα τῇ ὁρμῇ γίνεται τῇ αὐτῆς.

ὡραίων δὲ χειμώνων καὶ εὐδιεινῶν γενομένων ἅμα τά τε ἄνω καὶ τὰ κάτω λαμβάνει τὰς αὐξήσεις. ἐπεὶ ὅπου ὁ ἀὴρ εὐβλαστὴς καὶ μαλακὸς βραχύν τινα χρόνον ὥσπερ εἴρηται διαλείπουσιν αἱ βλαστήσεις οὐ μεριζομένων τοὺς χρόνους. τοὺς δὲ χειμῶνας οὐ μόνον τὰς βλάστας, ἀλλὰ καὶ τὰς ῥίζας εὔλογον κατέχειν εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος καὶ αἱ τούτων αὐξήσεις καὶ γενέσεις οὐκ εἰς πλεῖον καταλαμβάνουσαι βάθους οὗ ὁ ἥλιος ἐφικνεῖται· πλὴν ἐάν που τόπος εὐδίοδος ᾖ καὶ μανὸς καὶ κενός. μὴ γὰρ τούτου συμβαίνοντος ἀπορήσειεν ἄν τις εὐλόγως, διὰ τί ποτ᾽ οὐκ αὐξάνονται τοῦ χειμῶνος τροφήν τε λαμβάνοντα καὶ ἀποστέγοντος τοῦ ψύχους. τάχα δὲ καὶ τοῦτο κοινὸν ἀπόρημα καὶ ἐπὶ τῶν ἄλλων μερῶν.

ἅπαν μὲν γὰρ τὸ ζῶν τρέφεται, τὸ δ᾽ ἐν ὁρμῇ τῆς αὐξήσεως ὂν οὐκ αὔξεται· τὰ δὲ φυτὰ πανταχῆ καὶ τὰ νέα καὶ τὰ παλαιὰ προορμᾷ πρὸς αὔξησιν. εἰ μὴ ἄρα συμβαίνει τότε μὲν αὐξάνεσθαι τοὺς ὅλους ὄγκους ἅμα δὲ τῇ ὥρᾳ διαγελώσῃ τὰς ἐκβλαστήσεις γίνεσθαι· τοῦτο δὲ οἷον γένεσίς τις ἤδη· δι᾽ ὃ καὶ οὐκ ἄλογον ἐν αὑτοῖς ὥσπερ κύοντα κατέχειν ἢ συναθροίζοντα καὶ λαμβάνοντα πρὸς τὴν κύησιν ἐν οἷς ὄγκος γίνεται καὶ αὔξησις, εἶθ᾽ ἅμα ταῖς ὥραις ἀποτίκτουσιν.

ἔχουσι γὰρ δή τινας οἱ κλάδοι καὶ οἱ ἀκρεμόνες ἐν ἑαυτοῖς ἀρχὰς ζωτικὰς, αἳ

διαθερμαινόμεναι τῇ ὥρᾳ προΐενται τοὺς βλαστοὺς καὶ μὴ ῥιζουμένων τῶν κάτω· τοῦτο δὲ μάλιστα φανερὸν ἐν τοῖς ἀφαιρουμένοις φυτοῖς τῶν ἀμπέλων τε καὶ ἑτέρων καὶ συντιθεμένοις ἐν πίθοις· προβλαστάνουσι γὰρ οἱ βλαστοὶ τῆς ὥρας καθηκούσης· ὁτὲ δὲ καὶ τὰ πηγνύμενα κλήματα καὶ κράδαι καὶ χάρακες ἐκ τῶν ἄνωθεν ἐβλάστησαν ὅσον εἰς ἀρχὴν, κάτωθεν δὲ οὐκ ἐρριζώθησαν, ὡς ἔχοντα μὲν ἐν ἑαυτοῖς ἤδη τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τροφῆς δὲ δεόμενα μετὰ τὸν τόκον ἧς μὴ γινομένης καταξηραίνεται.

δι᾽ ὃ καὶ οὐκ ἐοίκασιν κακῶς λέγειν οἱ φάσκοντες εὐθὺς ἀνθεῖν τοὺς νέους καρποὺς ἔτι τῶν ἑτέρων ἐπόντων· τοῦτο γὰρ δῆλον ὡς δυνάμει λέγουσιν. τὰς μὲν οὖν αὐξήσεις εἴη μὲν ἂν ἀμφοτέρως συμβαίνειν, οὐ μὴν ἀλλὰ διὰ ταῦτά γε μᾶλλον ἄν τις ὅλων τῶν δένδρων ἢ μεριζομένας ὑπολαμβάνοι γίνεσθαι.