On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ὅσα δὲ κατὰ πᾶσαν ὥραν βλαστάνει τε καὶ ἀνθεῖ καὶ καρποτοκεῖ καθάπερ ἡ περσικὴ μηλέα καὶ εἴ τι ἄλλο τοιοῦτον ἀπορήσειεν ἄν τις οὐ μόνον ὅτι οὐ πρὸς πάσας ἁρμόττει τὰς ὥρας ἡ κρᾶσις, ἀλλ᾽ ὅτι οὐδ᾽ αὐτὰ αὑτοῖς ὁμοβλαστάνει τὰ γένη καὶ ὁμοκαρπεῖ. τοῦτο γὰρ ἐν τοῖς κεχωρισμένοις τῶν ὁμογενῶν ἀξιοῦμεν καὶ ὁρῶμεν συμβαῖνον. τὸ μὲν οὖν πάθος ὅμοιον φαίνεται τοῖς ἐπικυϊσκομένοις ζώοις, πλήν γ᾽ ἡ αἰτία τοῖς μὲν φανερὰ, τοῖς δὲ λόγου δεομένη.

τὰ μὲν γὰρ οὐχ ἅμα λαμβάνουσι τὰς παρ᾽ ἑτέρων ἀρχὰς οὐδ᾽ ἴσως εἰς τὸν αὐτὸν τόπον οὐδ᾽ ἅμα κυΐσκεται, εἰ μὴ καθάπαξ ἅμα καταλάβοι. τῶν δὲ διὰ τί ἡ βλάστησις οὐχ ἅμα οὐ ῥᾴδιον εἰπεῖν· ἀνάγκη γὰρ διὰ τὸ τὰς ῥίζας μηδ᾽ ἅμα μηδ᾽ ὁμοίως ἔχειν ἢ τοὺς ἀκρεμόνας μὴ δέχεσθαι μηδ᾽ ἐκπέττειν ἐξ ὧν ἡ πρώτη βλάστησις· ταῦτα δὲ διὰ τί καὶ τίνος ἕνεκα γένοιτ᾽ ἂν οὐκ εὔλογον εἰπεῖν.

ἡ μὲν γὰρ ἄμπελος ἡ μαινομένη τάχ᾽ ἂν δόξειεν οὐκ ἀλόγως δέχεσθαι· τῷ μὲν γὰρ μὴ ἐκπέττειν τὸν καρπὸν ὑπολείμματα πολλὰ ποιεῖται ὑγρότητος γονίμου, ταῦτα δ᾽ ὅταν ἀὴρ ἐπιλάβῃ μαλακὸς ἐκτίκτει, καθάπερ καὶ ἄλλοις τῶν δένδρων αἱ πορρώτεραι βλαστήσεις ἐπιγίνονται. ἡ δὲ μηλέα καὶ ὅσα ἄλλα τοιαῦτα τελεογονεῖ καὶ ἐκπέττει· δι᾽ ὃ τὸ μερίζεσθαι καὶ ἄλλοτ᾽ ἄλλο βλαστάνειν ἄτοπον καὶ ταῦτ᾽ ἀπὸ μιᾶς ὁρμῆς. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗται καὶ τοιαῦται εἴρηνται περὶ τούτων.

πρὸς δὲ τὸ τὴν αἰτίαν τοῖς ἀπορουμένοις λέγειν πρῶτον ληπτέον ὅπερ εἴρηται καὶ πρότερον ὅτι πᾶν δένδρον ἀρχὰς πολλὰς ἔχει πρὸς τὴν βλάστησιν καὶ τὴν καρποτοκίαν· τοῦτο δ᾽ ὥσπερ ἐλέχθη τῆς οὐσίας ὅτι καὶ πολλαχόθεν ζῇ δι᾽ ὃ καὶ βλαστητικόν. εἰσὶ δ᾽ οἱ πρῶτοι τούτων ἀναγκαιό-

τεροι, ἐκ τῶν ἀρχῶν δὲ τούτων οὐθ᾽ ὅμοιοι πάντες οὐθ᾽ ἴσοι οὐθ᾽ ἅμα βλαστάνουσιν οἱ βλαστοὶ, ἀλλ᾽ ὅταν ᾖ πλείων συρροὴ καὶ ἰσχυροτέρα κατὰ ταῦτα θᾶττον καὶ πλεῖον· ἕκαστος γὰρ αὐτῶν ὥσπερ φυτόν ἐστιν ἐν τῷ δένδρῳ καθάπερ ἐν τῇ γῇ· μὴ ἅμα δὲ τῆς βλαστήσεως οὔσης μηδ᾽ ἴσης τῆς ἰσχύος εὐλόγως οὐδὲ τῶν καρπῶν ἡ πέψις ἅμα γίνεται πάντων·

ἐπεὶ καὶ ἡ θέσις διαφορὰν ποιήσει τῶν μερῶν οἷον ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ἢ πρὸς ἄρκτον ἢ̓̀ μεσημβρίαν· ὥσπερ γοῦν καὶ ὅλων τῶν δένδρων εἰ ἐν εὐδιεινῷ τόπῳ· πρωϊβλαστῆ γὰρ ταῦτα καὶ πρωΐκαρπα. τοιαύτης δὲ τῆς φύσεως οὔσης τῆς κοινῆς ὅπου μὲν ὁ ἀὴρ μαλακὸς καὶ εὐδιεινὸς ὀλίγον χρόνον οὐ βλαστητικὰ τὰ δένδρα γίνεται καθάπερ καὶ περὶ Αἴγυπτον, ὅπου δὲ χειμέριος καὶ σκληρὸς πλείω·

τὸ γὰρ ὅλον βραχεῖά τις ἂν γένοιτο διάλειψις εἰ ἡ ἐκ τῆς γῆς τροφὴ δαψιλὴς εἴη καὶ ὁ ἀήρ εὐκραής. ἐπεὶ καὶ τὰ μὴ φυλλορροοῦντα παρά τισιν οἷον συκῆ καὶ ἄμπελος διὰ τοῦτο οὐ φυλλορροεῖ καθάπερ εἴρηται δι᾽ ὅτι διαρκὴς ἡ τροφή· τουτὶ μὲν οὖν κοινὸν ἐπὶ πλειόνων ἐστί· τὰ μὲν γὰρ διὰ τὴν φύσιν, τὰ δὲ διὰ τὸν τόπον ἔχει τοιαύτην. διῃρημένων δὲ τῶν μὲν φυλλοβόλων, τῶν δὲ ἀειφύλλων αἰτίας δ᾽ οὔσης τοῖς ἀειφύλλοις τῆς διαρκείας τῆς τροφῆς ὧν τὰ μὲν διὰ τὴν ἰδίαν φύσιν, τὰ δὲ διὰ τὸν τόπον τοιαῦτα, τρίτον δὴ καὶ ὥσπερ ἐφεξῆς τούτοις τὴν ἀειβλάστησιν θετέον, ὅτι τὸ ἀείφυλλον οὐκ ἀειβλαστὲς, ἀλλ᾽ ἐκεῖνα μὲν ὥσπερ διατηρεῖν μόνον δύνανται τὰ προϋπάρχοντα ταῦτα δὲ καὶ προσεπιγεννᾶν ἕτερα διὰ τὴν ἰδίαν δῆλον ὅτι φύσιν· τοῦτο δὲ καὶ ἐν ἄλλοις μέχρι τινός·

ἐπιβλαστάνει μὲν γὰρ τὰ μὲν ἅμα τοῖς ἄστροις, τὰ δὲ καὶ ἀορίστως ὥσπερ καὶ ἄμπελος. ὃ δὴ τούτοις μέχρι τινὸς ἐκείνοις δι᾽ ὅλου δέδωκεν ἡ φύσις ὥστε καὶ βλαστοφυεῖν καὶ καρπογονεῖν. οὔσης δὲ

τοιαύτης τῆς οὐσίας οὐδὲν ἄτοπον ἤδη τὰ μὲν τελεοῦν, τὰ δ᾽ ἀνθεῖν, τὰ δὲ βλαστάνειν, τὰ δὲ μέλλειν· ἐπείπερ οὐδ᾽ ἐν τοῖς ἄλλοις δένδρεσιν ἅπανθ’ ἅμα τὰ μερῆ διαφέρει δὲ τοῖς χρόνοις ὅτι τὰ μὲν ἄλλα παρ᾽ ὀλίγον, τὰ δ᾽ ἐφεξῆς.

ἀλλ᾽ ἐκεῖνο μᾶλλον ζητητέον τίς ἢ πόθεν ἡ κρᾶσις καὶ ἡ σύστασις τῶν τοιούτων· ἔοικε δὲ παραπλήσιον πλὴν χαλεπώτερον καὶ τίς ἡ τῶν ἀειφύλλων· προσεπειπεῖν γὰρ δεῖ καὶ διὰ τί τοσαύτην λαμβάνει καὶ δύναται πέττειν ὥστε γεννᾶν· ἡ γὰρ ἐπιβλάστησις καρποτοκίας ἕνεκα· ἐπεὶ τό γε πλείους ἅμα καρποὺς ἔχειν τὸν μὲν τέλειον, τὸν δ᾽ ἀτελῆ, τὸν δ᾽ ὑποφυόμενον συμβαίνει καὶ τῇ ἀρκεύθῳ καὶ ἄλλοις ὧν βραδεῖά τε ἡ ἐκπέψις καὶ δυσαπόπτωτος ὁ καρπός. ἡ μὲν οὖν τούτων αἰτία μέχρι τούτων εἰρήσθω τὰ νῦν.