On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἡ δ᾽ ἐπέτειος βλάστησις, αὕτη γὰρ οἷον δευτέρα γένεσίς ἐστιν, οὐχ ἅμα γίνεται πᾶσιν ἀλλὰ παραλλάττει ταῖς ὥραις, ὥστε σχεδὸν ἐν ταῖς ἐναντίαις ἐνίων εἶναι καὶ τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος βλαστάνειν. ὁμοίως δὲ καὶ ἡ καρπογονία· καὶ γὰρ αὕτη διέ-

στηκε τοῖς χρόνοις· ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν τὰ πρὸς ἑκάστην ὥραν σύμμετρον ἔχοντα τὴν κρᾶσιν ταῦτα καὶ τὰς βλαστήσεις ἐν ἑκάστῃ καὶ τὰς τελειώσεις τῶν καρπῶν ἀποδίδωσιν·

οὐ μὴν ἀλλὰ δεῖ καὶ τοῖς καθέκαστα πειρᾶσθαι διαιρεῖν· ἔνια μὲν γὰρ εὐβλαστῆ καὶ ἡ βλάστησις δι᾽ ἰσχὺν καὶ πολυτροφίαν ὥσπερ ἀμυγδαλῆ ῥοιά καὶ ὅλως τὰ ἄγρια μᾶλλον τῶν ἡμέρων. ἔνια δὲ δι᾽ ἀσθένειαν ὥσπερ τὰ ποιώδη καὶ ἐπέτεια· καὶ γὰρ ἀνθεῖ πολλὰ τούτων κατὰ χειμῶνα καθάπερ καὶ ἡ ἀνεμώνη· φαίνεται δὲ οὐδ᾽ ἡ μηλέα προανθεῖν δι᾽ ἰσχὺν, ἀλλὰ δι᾽ ἄλλην αἰτίαν. ἑκάτερα δ᾽ εὐλόγως πρωϊβλαστεῖ καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ· τὰ μὲν γὰρ τῇ δυνάμει καὶ τῷ πλήθει προωθεῖ, τὰ δὲ ὑπὸ μικρῶν εὐκίνητα τῶν κατὰ τῶν ἀέρα.

μέγα δὲ καὶ ὑγρότης καὶ μαλακότης εἰς τὸ προϊέναι ὥσπερ καὶ ἐπὶ τῆς πρώτης φύσεως ἐλέχθη· τὸ γὰρ ξηρὸν καὶ πυκνὸν οὐτ᾽ εὐδίοδον ὁμοίως οὐθ᾽ ὕλης ἔχει πλῆθος. ὅσα δὲ ἐν ταῖς ἐναντίαις ὥραις ἐκβλαστάνει τούτων αἰτιῶνταί τινες τὴν ψυχρότητα καὶ θερμότητα· τὰ μὲν γὰρ ψυχρὰ τοῦ θέρους, τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν. οὕτω γὰρ οἴεται καὶ Κλείδημος· οὐ κακῶς μὲν οὖν ἴσως οὐδὲ τοῦτο λέγεται, δεῖ δὲ καὶ τὴν ὀλιγότητα καὶ τὴν ἀσθένειαν καὶ εἴ τι ἄλλο συναίτιον προστιθέναι καθάπερ καὶ ἐπὶ τῶν λαχανωδῶν ὁρῶμεν.

ἡ μὲν γὰρ ἀνδράχνη καὶ ὁ σίκυος καὶ ὅλως τὰ τοιαῦτα κάθυγρα καὶ ψυχρά· τὸ δ᾽ ὤκιμον ξηρὸν καὶ ξυλῶδες· ἀλλ᾽ ὅμως οὐ δύναται πρὸ τῶν θερμημεριῶν βλαστάνειν εἴς γε διαμονὴν καὶ τελέωσιν· αἴτιον δ᾽ ἡ ἀσθένεια καθάπερ καὶ τῆς σικύας καλουμένης. αὕτη γὰρ δένδρου ὕψος λαμβάνουσα καὶ σχιζομένη τοῖς κλωσὶν ὥσπερ ἡ ἀναδενδρὰς ὅμως ἐπικηρόν τε καὶ οὐ δύναται πρὸ τῶν θερινῶν ἀλλὰ δεῖται πορρωτέρω τῆς

ὥρας παρατείνειν πρὸς τὸ μετόπωρον.

καὶ τὰ ἀκανθώδη καὶ ποιώδη καὶ ῥιζοκέφαλα· καθάπερ ὁ τε σκορπίος καλούμενος καὶ τὰ τίφυα καὶ ἡ ἄκανθα βασιλικὴ καὶ τὸ λείριον ἔνια δὲ καὶ μετ᾽ ἀρκτοῦρον. εἴτε οὖν ὕστερα χρὴ καὶ ὀψιαίτερα ταῦτα λέγειν εἴτε καὶ πρωϊαίτερα γινομένων τῶν πρώτων ὑδάτων, οὐδὲν γὰρ διαφέρει πρός γε τὸ νῦν, ἀλλ᾽ ἐκεῖνο φανερὸν ὡς οὔτε μεγέθει καὶ μικρότητι τὸ πρωϊβλαστὲς καὶ ὀψιβλαστὲς ἀφοριστέον οὔτ᾽ ἴσως θερμότητι καὶ ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι μόνον, ἀλλὰ δεῖ τινα συμμετρίαν ἕκαστον ἔχειν πρὸς τὴν ὥραν γίνεται γὰρ ἁπαλωτάτη.

φαίνεται γὰρ ἅπαντα τὴν οἰκείαν ἀναμένειν τελείωσιν, ἀβλαστῆ τε τέως καὶ ἀκίνητα ὄντα ὁμοίως δένδρα καὶ ὑλήματα καὶ ποιώδη· φανερώτατον γὰρ τοῦτ᾽ ἐν τοῖς ἀγρίοις ἐν οἷς δὴ καὶ ἡ γένεσις αὐτοφυὴς καὶ ἄνευ παρασκευῆς. πάντα δ᾽ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα τῶν μετοπωρινῶν ἐν τοῖς ὑλήμασι καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσίν ἐστιν· ἐπεὶ δένδρον γε οὐδὲν πλὴν εἰ μή τι κατὰ τὴν ἐπιβλάστησιν· ἐπιβλαστάνει γὰρ ἔνια μετ᾽ ἀρκτοῦρον.

ὡς δ᾽ ἐπὶ πᾶν καὶ καθόλου λαβεῖν τὰ ἀείφυλλα τῶν δένδρων καὶ ὀψιβλαστότερα καὶ ὀψικαρπότερα διά τε πυκνότητα καὶ ξηρότητα, κατὰ μικρὸν γὰρ ἡ ἐπιρροὴ, καὶ διὰ τὸ συνεχὲς ἀεὶ τῆς εἰς τὰ φύλλα διδομένης τροφῆς· οὐ γίνεται γὰρ ἀθροισμὸς ὥστε προορμᾶν, ἀλλ᾽ ἀπὸ τῆς ὥρας κινεῖται τῆς οἰκείας τὸ καθῆκον. σπάνια γὰρ ἄν τις λάβοι τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα τῶν ἀειφύλλων οἷον τόν τε κιττὸν καὶ τὴν ῥάμνον καὶ εἴ τι τοιοῦτον. ἡ δὲ ἰδιότης εἴτε διὰ θερμότητα τούτων εἴτε καὶ μανότητα καὶ ὑγρότητα εἴτε καὶ διὰ ταύτας πάσας συμβαίνει τὰς αἰτίας διαιρετέον αὐτὸ τοῦτο πρῶτον ἴσως εἰπόντας ποῖα θερμὰ καὶ ποῖα ψυχρὰ καὶ τοῖς ποίοις ληπτέον. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ὕστερον πειρατέον εἰπεῖν· διὰ τί

δὲ τὰ μὲν πρωϊβλαστῆ, τὰ δὲ ὀψιβλαστῆ ταύτας ἄν τις ἀποδοίη τὰς αἰτίας.