Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IX. Ἕστι δέ, ὥσπερ ἐλέχθη, τῶν μὲν πάντα χρήσιμα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ ὁ ὀπός, ὥσπερ ἄλλων τε καὶ τοῦ πανάκους· τῶν δὲ ἡ ῥίζα καὶ ὁ ὀπός, οἷον τῆς σκαμμωνίας καὶ τοῦ κυκλαμίνου καὶ τῆς θαψίας καὶ ἑτέρων, καθάπερ καὶ τοῦ μανδραγόρου· τοῦ γὰρ μανδραγόρου τὸ φύλλον χρήσιμον εἶναί φασι πρὸς τὰ ἕλκη μετ᾿ ἀλφίτου, τὴν δὲ ῥίζαν πρὸς ἐρυσίπελας ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν καὶ πρὸς τὰ ποδαγρικὰ καὶ πρὸς ὕπνον καὶ πρὸς φίλτρα· διδόασι δ᾿ ἐν οἴνῳ ἢ ὄξει· τέμνουσι δὲ τροχίσκους ὥσπερ ῥαφανῖδος καὶ ἐνείραντες ὑπὲρ γλεύκους ἐκρέμασαν ἐπὶ καπνῷ.

Ὁ δὲ ἐλλέβορος ἐπὶ ταὐτὰ τῇ τε ῥίζῃ καὶ τῷ καρπῷ χρήσιμος, εἴπερ οἱ ἐν Ἀντικύρᾳ, καθάπερ φασί, τῷ καρπῷ καθαίρουσιν· ἔχει δὲ τὸν σησαμώδη τοῦτον.

Πλείω δὲ καὶ τοῦ πανάκους τὰ χρήσιμα καὶ οὐ πάντα πρὸς τὰ αὐτά· ἀλλ᾿ ὁ μὲν καρπὸς πρὸς τὰς ἐξαμβλώσεις καὶ τὰς δυσουρίας, ὁ δὲ ὀπὸς ἡ χαλβάνη καλουμένη πρός τε τὰς ἐξαμβλώσεις καὶ πρὸς τὰ σπάσματα καὶ τοὺς τοιούτους πόνους, ἔτι δὲ πρὸς τὰ ὦτα καὶ τὰς φωνασκίας· [*](¹ ἐάνπερ ἐγγὺς ἐπιγένηται conj. W.; ἐὰν δὲ ὁ ἐγγὺς μὴ ἀποτέμνῃ ὁ αἐτὸς ἀποθνήσκει ἐνιαυτῷ UMAld. Similar confusion with variations in U*M*PP2: restoration a makeshift. cf. Plin. 25. 50. ² 9 8. 1.) [*](³ Diosc. 4. 75; Plin. 26. 104 and 121.) [*](4 cf. 9. 12. 1.)

262
ἡ δὲ ῥίζα πρός τε τοὺς τόκους καὶ τὰ γυναικεῖα καὶ πρὸς ὑποζυγίων φύσας· χρησίμη δὲ καὶ πρὸς τὸ ἴρινον μύρον διὰ τὴν εὐωδίαν· ἰσχυρότερον δὲ τὸ σπέρμα τῆς ῥίζης. γίνεται δὲ περὶ Συρίαν καὶ τέμνεται περὶ πυραμητόν.

Τοῦ δὲ κυκλαμίνου ἡ μὲν ῥίζα πρός τε τὰς ἐκπυήσεις τῶν φλεγμονῶν καὶ πρόσθετον γυναιξὶ καὶ πρὸς τὰ ἕλκη ἐν μέλιτι· ὁ δὲ ὀπὸς πρὸς τὰς ἀπὸ κεφαλῆς καθάρσεις ἐν μέλιτι ἐγχεόμενος, καὶ πρὸς τὸ μεθύσκειν, ἐὰν ἐν οἴνῳ διαβρέχων διδῷ τις πίνειν. ἀγαθὴν δὲ τὴν ῥίζαν καὶ ὠκυτόκιον περίαπτον καὶ εἰς φίλτρα· ὅταν δὲ ὀρύξωσι, κατακαίουσιν εἶτ᾿ οἴνῳ δεύσαντες τροχίσκους ποιοῦσιν, ὥσπερ τῆς τρυγὸς ᾗ ῥυπτόμεθα.

Καὶ τοῦ σικύου δὲ τοῦ ἀγρίου τὴν μὲν ῥίζαν πρὸς ἀλφοὺς καὶ ψώρας βοσκημάτων· τὸ δὲ σπέρμα χυλισθὲν ποιεῖ τὸ ἐλατήριον. συλλέγεται δὲ τοῦ φθινοπώρου· τότε γὰρ βέλτιστον.