Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VIII. Περὶ δὲ τῶν ὀπῶν ὅσα μὴ πρότερον εἴρηται, λέγω δ᾿ οἷον εἴ τινες φαρμακώδεις ἢ καὶ ἄλλας ἔχουσι δυνάμεις, πειρατέον ὁμοίως εἰπεῖν· ἅμα δὲ καὶ περὶ ῥιζῶν, καὶ γὰρ τῶν ὀπῶν τινες ἐκ τούτων καὶ χωρὶς αὐταὶ καθ᾿ αὑτὰς πολλὰς καὶ παντοίας ἔχουσι δυνάμεις, ὅλως δὲ περὶ πάντων φαρμακωδῶν, οἷον καρποῦ χυλισμοῦ φύλλων ῥιζῶν πόας· καλοῦσι γὰρ καὶ πόαν ἔνια τῶν φαρμακωδῶν οἱ ῥιζοτόμοι.

[*](¹ cf. C.P. 6. 14. 8; 6. 18. 12; Plin. 21. 40.)[*](² See Index App. (25).)
252

Τῶν δὲ ῥιζῶν πλείους μέν εἰσιν αἱ δυνάμεις καὶ πρὸς πλείω· ζητοῦνται δὲ μάλιστα αἱ φαρμακώδεις ὡς χρησιμώταται, διαφέρουσαι τῷ τε μὴ πρὸς ταὐτὰ καὶ τῷ μὴ ἐν τοῖς αὐτοῖς ἔχειν τὴν δύναμιν. ὡς δ᾿ οὖν ἐπὶ πᾶν αἱ πλεῖσται μὲν ἐν αὑταῖς ἔχουσι καὶ τοῖς καρποῖς καὶ τοῖς ὀποῖς, ἔνιαι δὲ καὶ ἐν τοῖς φύλλοις· τὰς δὲ φυλλώδεις δυνάμεις τὰς πολλὰς σχεδὸν πόας καλοῦσιν, ὥσπερ εἴρηται μικρῷ πρότερον, οἱ ῥιζοτόμοι.

Ὁ μὲν οὖν ὀπισμὸς γίνεται τῶν ὀπιζομένων ὡς ἐπὶ τὸ πολὺ τοῦ θέρους, τῶν μὲν ἐνισταμένου τῶν δὲ προεληλυθότος. ἡ δὲ ῥιζοτομία γίνεταί τινων καὶ ὑπὸ πυροτομίαν καὶ μικρῷ πρότερον, οὐ μὴν ἀλλ᾿ ἥ γε πλείων τοῦ μετοπώρου μετ᾿ Ἀρκτοῦρον, ὅταν φυλλορροήσωσιν, ὅσων δὲ καὶ ὁ καρπὸς χρήσιμος, ὅταν ἀμερθῶσι τὸν καρπόν. ἔστι δὲ ὁ ὀπισμὸς ἢ ἀπὸ τῶν καυλῶν, ὥσπερ τοῦ τιθυμάλλου καὶ τῆς θριδακίνης καὶ σχεδὸν τῶν πλείστων, ἢ ἀπὸ τῶν ῥιζῶν, ἢ τρίτον ἀπὸ τῆς κεφαλῆς, ὥσπερ τῆς μήκωνος· ταύτης γὰρ μόνης οὕτω καὶ τοῦτ᾿ ἴδιον αὐτῆς. τῶν μὲν οὖν καὶ αὐτόματος ὁ ὀπὸς [*](¹ From this point to 9. 19. 4, γίνεσθαι, the text is repeated in U, with considerable variations, as a tenth book. Ald. also repeats the first few lines of this passage (down to end of § 1) as a fragment of a tenth book. The two Medicean MSS also repeat 9. 8. 1, τῶν δὲ ῥιζῶν, down to 9. 10. 3, βέλτιστοι δὲ καὶ οἷς, as part of a tenth book. The ‘tenth book’ readings in each case are distinguished by a *.) [*](²ῥιζῶν: ῥίζα signifies a medicinal plant in general (cf. ῥιζότομοι) as well as ‘root’; the double sense makes transla- tion of this section awkward: I print it ‘root’ where it has the wider sense.)

254
συνίσταται δακρυώδης τις, ὥσπερ καὶ τῆς τραγακάνθης· ταύτην γὰρ οὐδὲ τέμνειν ἐστί· τῶν δὲ πλείστων ἀπὸ τῆς ἐντομῆς. ὧν ἐνίους μὲν εὐθὺς εἰς ἀγγεῖα συνάγουσιν, ὥσπερ καὶ τὸν τοῦ τιθυμαλλου ἢ μηκωνίου, καλοῦσι γὰρ ἀμφοτέρως, καὶ ἀπλῶς ὅσα πολύοπα τυγχάνει· τῶν δὲ μὴ πολυόπων ἐρίῳ λαμβάνουσιν ὥσπερ καὶ τῆς θριδακίνης.

Ἐνίων δ᾿ οὐδ᾿ ὀπισμὸς ἀλλ᾿ οἷον χυλισμός ἐστιν, ὥσπερ ὅσα κόψαντες ἢ τρίψαντες καὶ ὕδωρ ἐπιχέαντες ἀπηθοῦσι καὶ λαμβάνουσι τὴν ὑπόστασιν· ξηρὸς δὲ δῆλον ὅτι καὶ ἐλάττων ὁ χυλὸς τούτων. ἔστι δὲ τῶν μὲν ἄλλων ῥιζῶν τὸ χύλισμα ἀσθενέστερον τοῦ καρποῦ, τοῦ κωνείου δὲ ἰσχυρότερον, καὶ τὴν ἀπαλλαγὴν ῥᾴω ποιεῖ καὶ θάττω μικρὸν πάνυ καταπότιον δοθέν· ἐνεργότερον δὲ καὶ εἰς τὰς ἄλλας χρείας. ἰσχυρὸν δὲ καὶ τὸ τῆς θαψίας. τὰ δὲ ἄλλα πάντα ἀσθενέστερα. οἱ μὲν οὖν ὀπισμοὶ σχεδὸν τοσαυταχῶς γίνονται.

Τῆς δὲ ῥιζοτομίας οὐκ ἔστι τοιαύτη διαφορὰ πλὴν ἐν ταῖς ὥραις οἷον θέρους ἢ μετοπώρου, καὶ τῷ τάσδε ἢ τάσδε τῶν ῥιζῶν· οἷον τοῦ ἐλλεβόρου τὰς κάτω τὰς λεπτάς· τὴν γὰρ ἄνω τὴν παχεῖαν τὴν κεφαλώδη φασὶν ἀχρεῖον εἶναι καὶ διδόναι [*](¹ cf. Diosc. 2. 136; Plin. 20. 58.) [*](2 cf. Dinosc. 3. 7.) [*](3 ῥᾴω conj. Sch.: ῥαιο U; ῥᾳδίως M*Ald.)

256
ταῖς κυσὶν ὅταν βούλωνται καθαίρειν. καὶ ἐφ ἑτέρων δέ τινων τοιαύτας λέγουσι διαφοράς.