Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IV. Περὶ δὲ λιβανωτοῦ καὶ σμύρνης καὶ βαλσάμου καὶ εἴ τι τοιοῦτον ἕτερον ὅτι μὲν καὶ ἀπ᾿ ἐντομῆς γίνεται καὶ αὐτομάτως εἴρηται. ποία δὲ τις ἡ τῶν δένδρων φύσις καὶ εἴ τι περὶ τὴν γένεσιν ἢ τὴν συλλογὴν ἢ τῶν ἄλλων ἴδιον αὐτοῖς ὑπάρχει πειρατέον εἰπεῖν, ὡσαύτως δὲ καὶ περὶ τῶν λοιπῶν εὐόσμων· σχεδὸν γὰρ τά γε πλεῖστα ἀπὸ τῶν τόπων ἐστὶ τῶν τε πρὸς μεσημβρίαν καὶ ἀνατολήν.

Γίνεται μὲν οὖν ὁ λίβανος καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ ἔτι τὸ κινάμωμον ἐν τῇ τῶν Ἀράβων Χερρονήσῳ περί τε Σαβὰ καὶ Ἁδραμύτα καὶ [*](¹ ἐκπελεκῶντας conj. W.; ἐκπλέκοντες U; ἐκπλέοντες M; ἐκ πλήττοντες Ald.) [*](² The sense given to περιπεποιημένον is unexampled, and the word may be corrupt.)

234
Κιτίβαινα καὶ Μαμάλι. φύεται δὲ τὰ τοῦ λιβανωτοῦ καὶ τῆς σμύρνης δένδρα τὰ μὲν ἐν τῷ ὄρει τὰ δ᾿ ἐν ταῖς ἰδίαις γεωργίαις ὑπὸ τὴν ὑπώρειαν, δι᾿ ὃ καὶ τὰ μὲν θεραπεύεται τὰ δ᾿ οὔ· τὸ δ᾿ ὄρος εἶναί φασιν ὑψηλὸν καὶ δασὺ καὶ νιφόμενον, ῥεῖν δ᾿ ἐξ αὐτοῦ καὶ ποταμοὺς εἰς τὸ πέδιον. εἶναι δὲ τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον οὐ μέγα. πεντάπηχυ δέ τι καὶ πολύκλαδον, φύλλον δ᾿ ἔχειν ἐμφερὲς τῇ ἀπίῳ, πλὴν ἔλαττον πολὺ καὶ τῷ χρώματι ποῶδες σφόδρα, καθάπερ τὸ πήγανον· λειόφλοιον δὲ πᾶν, ὥσπερ τὴν δάφνην.

Τὴν δὲ σμύρναν ἔλαττον ἔτι τῷ μεγέθει καὶ θαμνωδέστερον δέ, τὸ δὲ στέλεχος ἔχειν σκληρὸν καὶ συνεστραμμένον ἐπὶ τῆς γῆς, παχύτερον δὲ ἢ κνημοπαχές· φλοιὸν δὲ ἔχειν λεῖον ὅμοιον τῇ ἀνδράχλῃ. ἕτεροι δὲ οἱ φάσκοντες τεθεωρηκέναι περὶ μὲν τοῦ μεγέθους σχεδὸν συμφωνοῦσιν· οὐδέτερον γὰρ εἶναι μέγα τῶν δένδρων, ἔλαττον δὲ τὸ τῆς σμύρνης καὶ ταπεινότερον· φύλλον δὲ ἔχειν τὸ τοῦ λιβανωτοῦ δαφνοειδὲς καὶ λειόφλοιον δ᾿ εἶναι· τὸ δὲ τῆς σμύρνης ἀκανθῶδες καὶ οὐ λεῖον, φύλλον δὲ προσεμφερὲς ἔχειν τῇ πτελέᾳ, πλὴν οὖλον ἐξ ἄκρου δὲ ἐπακανθίζον, ὥσπερ τὸ τῆς πρίνου.

Ἔφασαν δὲ οὗτοι κατὰ τὸν παράπλουν ὃν ἐξ Ἡρώων ἐποιοῦντο κόλπου ζητεῖν ἐκβάντες ὕδωρ ἐν τῷ ὄρει καὶ οὕτω θεωρῆσαι τὰ δένδρα καὶ τὴν συλλογήν. εἶναι δ᾿ ἀμφοτέρων ἐντετμημένα καὶ [*](¹ Plin. 12. 55 and 56. ² Plin. 12. 67.) [*](3 ἔχειν conj. Sch.: ἔχει P2,Ald.) [*](4 λιβανωτοῦ δαφνοειδὲς καὶ λειόφλοιον δ᾿ εἶναι conj. Sch.; λιβά- νου τοῦ δαφνοειδὲς καὶ λειόφυλλον δ᾿ εἶναι UM; λιβάνου δαφνοειδὲς)

236
τὰ στελέχη καὶ τοὺς κλάδους, ἀλλὰ τὰ μὲν ὥσπερ ἀξίνῃ δοκεῖν τετμῆσθαι τοὺς δὲ λεπτοτέρας ἔχειν τὰς ἐντομάς· τὸ δὲ δάκρυον τὸ μὲν καταπίπτειν τὸ δὲ καὶ πρὸς τῷ δένδρῳ προσέχεσθαι. ἐνιαχοῦ μὲν ὑποβεβλῆσθαι ψιάθους ἐκ φοινίκων πεπλεγμένας, ἐνιαχοῦ δὲ τὸ ἔδαφος μόνον ἠδαφίσθαι καὶ καθαρὸν εἶναι· καὶ τὸν μὲν ἐπὶ τῶν ψιάθων λιβανωτὸν εἶναι καὶ καθαρὸν καὶ διαφανῆ, τὸν δ᾿ ἐπὶ τῆς γῆς ἧττον· τὸν δ᾿ ἐπὶ τοῖς δένδροις προσεχόμενον ἀποξύειν σιδήροις, δι᾿ ὃ καὶ φλοιὸν ἐνίοις προσεῖναι.