Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Εἰκὸς δὲ δῆλον ὅτι τὰς μὲν ἀγαθάς, ὥσπερ ἐλέχθη, συνεχῶς τοῦτο δρᾶν τὰς δὲ χείρονας διὰ πλείονος χρόνου· καὶ ταμιευομένων μὲν πλείω χρόνον ἀντέχειν, ἐὰν δὲ πᾶσαν ἐξαιρῶσιν ἐλάττω· δύναται δ᾿ ὡς ἔοικε τρεῖς μάλιστα τοιαύτας ἐξαιρέσεις ὑπομένειν. οὐχ ἅμα δὲ καρποφοροῦσιν αἱ πεῦκαι καὶ δᾳδοφοροῦσι· καρποφοροῦσι μὲν γὰρ εὐθὺς νέαι, δᾳδοφοροῦσι δὲ ὕστερον πολλῷ πρεσβύτεραι γινόμεναι.
III. Τὴν δὲ πίτταν καίουσι τόνδε τὸν τρόπον· ὅταν κατασκευάσωσιν ὁμαλῆ τόπον ὥσπερ ἅλω [*](¹ i.e. and so this kind of wood at least is replaced by fresh growth. ² Plin. 16. 57.) [*](3 τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι conj. W.; τὴν ἐπιρροὴν γινομένην ἔνδᾳδον Ald.; τῆς ἐπιρροῆς γινομένης ἔνδᾳδον γίνεσθαι conj. Sch.)
συνθέντες οὖν αὐτὴν οὕτως καὶ κατασκεπάσαντες ὕλῃ γῆν ἐπιβαλόντες κατακρύπτουσιν ὅπως μηδαμῶς διαλάμψῃ τὸ πῦρ, ἀπόλλυται γὰρ ἡ πίττα τούτου συμβάντος· ὑφάπτουσι δὲ κατὰ τὴν ὑπολειπομένην δίοδον· εἶτα δὲ καὶ ταῦτα ἐπιφράξαντες τῇ ὕλῃ καὶ ἐπιχώσαντες τηροῦσιν ἀναβαίνοντες κατὰ κλίμακος, ᾗ ἂν ὁρῶσι τὸν καπνὸν ὠθούμενον, καὶ ἐπιβάλλουσιν αἰεὶ τῆς γῆς ὅπως μηδ᾿ ἀναλάμψῃ. κατεσκεύασται δὲ ὀχετὸς τῇ πίττῃ διὰ τῆς συνθέσεως τῆς ἀπορροῆς εἰς βόθυνον ὅσον ἀπέχοντα πεντεκαίδεκα πήχεις· ἡ δ᾿ ἀπορρέουσα τῆς πίττης ψυχρὰ γίνεται κατὰ τὴν ἁφήν.
καίεται δὲ μάλιστα δύο ἡμέρας καὶ νύκτας· τῇ γὰρ ὑστεραίᾳ πρὸ ἡλίου δύναντος ἐκκεκαυμένη γίνεται καὶ ἐνδέδωκεν ἡ πυρά· τοῦτο γὰρ συμβαίνει μηκέτι ῥεούσης. τοῦτον δὲ τὸν χρόνον ἅπαντα τηροῦσιν [*](¹ ἐδαφίσωσι: cf. 9. 4. 4.) [*](² cf. 5 9, where however the ‘pit’ is not described.) [*](³ γίνεσθι δὲ. Something seems to have dropped out at the beginning of this clause. ? “ and they say that the pile at largest is 180”. . . .: so Sch. supplying μεγίστη after ᾖ. The omitted words might also throw light on the preceding sentence.)
Ἐν δὲ τῇ Ἀσίᾳ φασὶ περὶ Συρίαν οὐκ ἐκπελεκῶντας τὴν δᾷδα ἀλλ᾿ ἐπ᾿ αὐτῷ τῷ δένδρῳ προσκαίειν φέροντας ὄργανόν τι περιπεποιημένον καὶ τούτῳ περιάπτοντας, εἶθ᾿ ὅταν ἐκτήξωσι ταύτην πάλιν ἐπ᾿ ἄλλο καὶ ἄλλο μεταφέρειν· ὅρος δέ ἐστιν αὐτοῖς τις καὶ σημεῖα τοῦ παύεσθαι καὶ μάλιστα δῆλον ὅτι τὸ μηκέτι ῥεῖν. πιττοκαυτοῦσι δέ, ὥσπερ καὶ πρότερον ἐλέχθη, τὰς τερμίνθους· πεύκην γὰρ οὐ φέρουσιν οἱ τόποι. τὰ μὲν οὖν περὶ τὴν ῥητίνην καὶ τὴν πίτταν οὕτως ἔχει.
IV. Περὶ δὲ λιβανωτοῦ καὶ σμύρνης καὶ βαλσάμου καὶ εἴ τι τοιοῦτον ἕτερον ὅτι μὲν καὶ ἀπ᾿ ἐντομῆς γίνεται καὶ αὐτομάτως εἴρηται. ποία δὲ τις ἡ τῶν δένδρων φύσις καὶ εἴ τι περὶ τὴν γένεσιν ἢ τὴν συλλογὴν ἢ τῶν ἄλλων ἴδιον αὐτοῖς ὑπάρχει πειρατέον εἰπεῖν, ὡσαύτως δὲ καὶ περὶ τῶν λοιπῶν εὐόσμων· σχεδὸν γὰρ τά γε πλεῖστα ἀπὸ τῶν τόπων ἐστὶ τῶν τε πρὸς μεσημβρίαν καὶ ἀνατολήν.
Γίνεται μὲν οὖν ὁ λίβανος καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ ἔτι τὸ κινάμωμον ἐν τῇ τῶν Ἀράβων Χερρονήσῳ περί τε Σαβὰ καὶ Ἁδραμύτα καὶ [*](¹ ἐκπελεκῶντας conj. W.; ἐκπλέκοντες U; ἐκπλέοντες M; ἐκ πλήττοντες Ald.) [*](² The sense given to περιπεποιημένον is unexampled, and the word may be corrupt.)