Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἔνιοι δέ φασι καὶ τὴν πίτυν καὶ τὴν κέδρον δὲ τὴν Φοινικικήν· ἀλλὰ ταῦτα μὲν ὡς ἐνδεχόμενα ληπτέον διὰ τὸ σπάνιον· ἐπεὶ οἱ γε περὶ Μακεδονίαν οὐδὲ τὴν πεύκην πιττοκαυτοῦσιν ἀλλ᾿ ἢ τὴν ἄρρενα· καλοῦσι γὰρ ἄρρενα τὴν μὴ καρποφόρον. τῆς δὲ θηλείας ἐάν τινα τῶν ῥιζῶν λάβωσιν· ἅπασα γὰρ ἔνδᾳδος πεύκη ταῖς ῥίζαις. καλλίστη δὲ πίττα γίνεται καὶ καθαρωτάτη ἡ ἐκ τῶν σφόδρα προσείλων καὶ προσβόρρων, ἐκ δὲ τῶν παλισκίων βλοσυρωτέρα καὶ βορβορώδης· ἐν γὰρ τοῖς σφόδρα παλισκίοις οὐδὲ φύεται πεύκη τὸ παράπαν.

Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλήθους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηροτέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν.

[*](¹ πιττοκαυτεῖσθαι conj. Sch., cf. 9. 3. 4; πιττοκαυθίσαι U; πιττωθεῖσαι Ald. ² 3. 2. 6.)[*](3 δὲ conj. W.: καὶ Ald.H. 3.12. 3.)[*](4 μὴ conj. W.; γε Ald.H.; γε μὴ Cod.Casaub.Vin.; γε μὴν Vo. (τὴν ἄκαρπον mBas.). cf. 3. 9. 2.)[*](5 Plin. 16. 59.)
226

Οἱ δὲ περὶ τὴν Ἴδην φασί, διαιροῦντες τὰς πεύκας καὶ τὴν μὲν καλοῦντες Ἰδαίαν τὴν δὲ παραλίαν, τὴν ἐκ τῆς Ἰδαίας πλείω καὶ μελαντέραν γίνεσθαι καὶ γλυκυτέραν καὶ τὸ ὅλον εὐωδεστέραν ὠμήν, ἑψηθεῖσαν δὲ ἐλάττω ἐκβαίνειν· πλείω γὰρ ἔχειν τὸν ὀρρόν, δι᾿ ὃ καὶ λεπτοτέραν εἶναι. τὴν δὲ τῆς παραλίας ξανθοτέραν καὶ παχυτέραν ὠμήν, ὥστε καὶ τὴν ἄφεψιν ἐλάττω γίνεσθαι, δᾳδωδεστέραν δὲ τὴν Ἰδαίαν. ὡς δὲ ἁπλῶς εἰπεῖν ἐκ τῆς ἴσης δᾳδὸς πλείω καὶ ὑδαρεστέραν ἐν ταῖς ἐπομβρίαις γίνεσθαι ἢ ἐν τοῖς αὐχμοῖς, καὶ ἐκ τῶν χειμερινῶν καὶ παλισκίων τόπων ἢ ἐκ τῶν εὐείλων καὶ εὐδιεινῶν. ταῦτα μὲν οὖν οὕτως ἑκάτεροι λέγουσιν.

Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν γενέσθαι πάλιν, ἀλλ᾿ ἡ ἐργασία διὰ τοσούτου χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον, ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ [*](1 Plin. 16. 60.) [*](² εὐωδεστέραν H.; εὐκρινωδεστέραν UMAld.; ? εὐκρινεστέραν καὶ εὐωδεστέραν W. cf 3. 9. 2.) [*](3 Plin. l.c.)

228
ἐξαιρουμένης τῆς δᾳδὸς καὶ καιομένης τῆς πίττης ἡ ἐκροή. τοῦτο μὲν οὖν οὕτω ληπτέον.

Οἱ δὲ περὶ τὴν Ἴδην φασίν, ὅταν λεπίσωσι τὸ στέλεχος,— λεπίζουσι δὲ τὸ πρὸς ἥλιον μέρος ἐπὶ δύο ἢ τρεῖς πήχεις ἀπὸ τῆς γῆς— ἐνταῦθα τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι ἐνιαυτῷ μάλιστα, τοῦτο δ᾿ ὅταν ἐκπελεκήσωσιν ἐν ἑτέρῳ πάλιν ἐνδᾳδοῦσθαι καὶ τὸ τρίτον ὡσαύτως, μετὰ δὲ ταῦτα διὰ τὴν ὑποτομὴν ἐκπίπτειν τὸ δένδρον ὑπὸ τῶν πνευμάτων σαπέν· τότε δ᾿ ἐξαιρεῖν αὐτοῦ τὴν καρδίαν, τοῦτο γὰρ μάλιστα δᾳδῶδες, ἐξαιρεῖν δὲ ἐκ τῶν ῥιζῶν· καὶ γὰρ ταύτας, ὥσπερ εἴπομεν, ἐνδᾴδους πασῶν.

Εἰκὸς δὲ δῆλον ὅτι τὰς μὲν ἀγαθάς, ὥσπερ ἐλέχθη, συνεχῶς τοῦτο δρᾶν τὰς δὲ χείρονας διὰ πλείονος χρόνου· καὶ ταμιευομένων μὲν πλείω χρόνον ἀντέχειν, ἐὰν δὲ πᾶσαν ἐξαιρῶσιν ἐλάττω· δύναται δ᾿ ὡς ἔοικε τρεῖς μάλιστα τοιαύτας ἐξαιρέσεις ὑπομένειν. οὐχ ἅμα δὲ καρποφοροῦσιν αἱ πεῦκαι καὶ δᾳδοφοροῦσι· καρποφοροῦσι μὲν γὰρ εὐθὺς νέαι, δᾳδοφοροῦσι δὲ ὕστερον πολλῷ πρεσβύτεραι γινόμεναι.

III. Τὴν δὲ πίτταν καίουσι τόνδε τὸν τρόπον· ὅταν κατασκευάσωσιν ὁμαλῆ τόπον ὥσπερ ἅλω [*](¹ i.e. and so this kind of wood at least is replaced by fresh growth. ² Plin. 16. 57.) [*](3 τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι conj. W.; τὴν ἐπιρροὴν γινομένην ἔνδᾳδον Ald.; τῆς ἐπιρροῆς γινομένης ἔνδᾳδον γίνεσθαι conj. Sch.)

230
ποιήσαντες ἔχουσαν εἰς τὸ μέσον συρροὴν καὶ ταύτην ἐδαφίσωσι, κατασχίσαντες τοὺς κορμοὺς συντιθέασι παραπλησίαν σύνθεσιν τῆς τῶν ἀνθρακευόντων, πλὴν οὐκ ἔμβοθρον· ἀλλὰ τὰς σχίζας ὀρθὰς πρὸς ἀλλήλας, ὥστε λαμβάνειν ὕψος αἰεὶ κατὰ πλῆθος· γίνεσθαι δέ φασιν, ὅταν ἡ σύνθεσις ᾖ κύκλῳ μὲν ὀγδοήκοντα καὶ ἑκατὸν πηχέων εἰς ὕψος δὲ ἑξήκοντα πλεῖστον ἢ πεντήκοντα ἢ ἑκατὸν ἀμφοτέροις, ἐάνπερ ἡ δᾷς τυγχάνῃ πίειρα.

συνθέντες οὖν αὐτὴν οὕτως καὶ κατασκεπάσαντες ὕλῃ γῆν ἐπιβαλόντες κατακρύπτουσιν ὅπως μηδαμῶς διαλάμψῃ τὸ πῦρ, ἀπόλλυται γὰρ ἡ πίττα τούτου συμβάντος· ὑφάπτουσι δὲ κατὰ τὴν ὑπολειπομένην δίοδον· εἶτα δὲ καὶ ταῦτα ἐπιφράξαντες τῇ ὕλῃ καὶ ἐπιχώσαντες τηροῦσιν ἀναβαίνοντες κατὰ κλίμακος, ᾗ ἂν ὁρῶσι τὸν καπνὸν ὠθούμενον, καὶ ἐπιβάλλουσιν αἰεὶ τῆς γῆς ὅπως μηδ᾿ ἀναλάμψῃ. κατεσκεύασται δὲ ὀχετὸς τῇ πίττῃ διὰ τῆς συνθέσεως τῆς ἀπορροῆς εἰς βόθυνον ὅσον ἀπέχοντα πεντεκαίδεκα πήχεις· ἡ δ᾿ ἀπορρέουσα τῆς πίττης ψυχρὰ γίνεται κατὰ τὴν ἁφήν.

καίεται δὲ μάλιστα δύο ἡμέρας καὶ νύκτας· τῇ γὰρ ὑστεραίᾳ πρὸ ἡλίου δύναντος ἐκκεκαυμένη γίνεται καὶ ἐνδέδωκεν ἡ πυρά· τοῦτο γὰρ συμβαίνει μηκέτι ῥεούσης. τοῦτον δὲ τὸν χρόνον ἅπαντα τηροῦσιν [*](¹ ἐδαφίσωσι: cf. 9. 4. 4.) [*](² cf. 5 9, where however the ‘pit’ is not described.) [*](³ γίνεσθι δὲ. Something seems to have dropped out at the beginning of this clause. ? “ and they say that the pile at largest is 180”. . . .: so Sch. supplying μεγίστη after ᾖ. The omitted words might also throw light on the preceding sentence.)

232
ἀγρυπνοῦντες, ὅπως μὴ διαλάμπῃ, καὶ θύουσι δὲ καὶ ἑορτάζουσιν εὐχόμενοι πολλήν τε καὶ καλὴν γίνεσθαι τὴν πίτταν· οἱ μὲν δὴ περὶ Μακεδονίαν καίουσι τὸν τρόπον τοῦτον.

Ἐν δὲ τῇ Ἀσίᾳ φασὶ περὶ Συρίαν οὐκ ἐκπελεκῶντας τὴν δᾷδα ἀλλ᾿ ἐπ᾿ αὐτῷ τῷ δένδρῳ προσκαίειν φέροντας ὄργανόν τι περιπεποιημένον καὶ τούτῳ περιάπτοντας, εἶθ᾿ ὅταν ἐκτήξωσι ταύτην πάλιν ἐπ᾿ ἄλλο καὶ ἄλλο μεταφέρειν· ὅρος δέ ἐστιν αὐτοῖς τις καὶ σημεῖα τοῦ παύεσθαι καὶ μάλιστα δῆλον ὅτι τὸ μηκέτι ῥεῖν. πιττοκαυτοῦσι δέ, ὥσπερ καὶ πρότερον ἐλέχθη, τὰς τερμίνθους· πεύκην γὰρ οὐ φέρουσιν οἱ τόποι. τὰ μὲν οὖν περὶ τὴν ῥητίνην καὶ τὴν πίτταν οὕτως ἔχει.