Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

II. Ἡ δὲ ῥητίνη γίνεται τόνδε τὸν τρόπον· ἐν μὲν τῇ πεύκῃ ὅταν ἀφελκωθείσης ἡ δᾷς ἐξαιρεθῇ, συρρεῖ γὰρ εἰς τὸ ἕλκωμα τοῦτο πλείων ἡ ὑγρότης, ἐν δὲ τῇ ἐλάτῃ καὶ τῇ πίτυϊ ὅταν γευσάμενοι τῶν ξύλων ἀφελκώσωσιν· οὐ γὰρ πᾶς ἀφορισμὸς ὁμοίως· ἀφελκοῦσι γὰρ καὶ τὰς τερμίνθους ἐν ἀμφοῖν καὶ ἐν τῷ στελέχει καὶ ἐν τοῖς ἀκρεμόσιν· αἰεὶ δὲ πλείων καὶ βελτίων ἡ εἰς τὸ στέλεχος συρρέουσα τῆς εἰς τοὺς ἀκρεμόνας.

Διαφέρουσι δὲ καὶ κατὰ τὰ δένδρα. βελτίστη μὲν γὰρ ἡ τερμινθίνη· καὶ γὰρ συνεστηκυῖα καὶ εὐωδεστάτη καὶ κουφοτάτη τῇ ὀσμῇ ἀλλ᾿ ὀλίγη. δευτέρα δὲ ἡ ἐλατίνη καὶ πιτυίνη, κουφότεραι γὰρ τῆς πευκίνης. πλείστη δὲ ἡ πευκίνη καὶ [*](¹ cf. 6. 3. 2: C.P. 6. 11. 16.) [*](² σίλφιον conj. St.; σιλφίου UM; σιλφιολέγοντες PAld.)

224
βαρυτάτη καὶ πιττωδεστάτη διὰ τὸ μάλιστα ἔνδᾳδον εἶναι τὴν πεύκην. ἄγεται δὲ ἐν ἀσκοῖς ὑγρά, κἄπειτα οὕτω συνίσταται. καίτοι φασὶ καὶ τὴν τέρμινθον πιττοκαυτεῖσθαι περὶ Συρίαν· ἔστι γὰρ ὄρος, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴπομεν, μέγα τερμίνθων μεστὸν ἅπαν μεγάλων.

Ἔνιοι δέ φασι καὶ τὴν πίτυν καὶ τὴν κέδρον δὲ τὴν Φοινικικήν· ἀλλὰ ταῦτα μὲν ὡς ἐνδεχόμενα ληπτέον διὰ τὸ σπάνιον· ἐπεὶ οἱ γε περὶ Μακεδονίαν οὐδὲ τὴν πεύκην πιττοκαυτοῦσιν ἀλλ᾿ ἢ τὴν ἄρρενα· καλοῦσι γὰρ ἄρρενα τὴν μὴ καρποφόρον. τῆς δὲ θηλείας ἐάν τινα τῶν ῥιζῶν λάβωσιν· ἅπασα γὰρ ἔνδᾳδος πεύκη ταῖς ῥίζαις. καλλίστη δὲ πίττα γίνεται καὶ καθαρωτάτη ἡ ἐκ τῶν σφόδρα προσείλων καὶ προσβόρρων, ἐκ δὲ τῶν παλισκίων βλοσυρωτέρα καὶ βορβορώδης· ἐν γὰρ τοῖς σφόδρα παλισκίοις οὐδὲ φύεται πεύκη τὸ παράπαν.

Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλήθους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηροτέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν.

[*](¹ πιττοκαυτεῖσθαι conj. Sch., cf. 9. 3. 4; πιττοκαυθίσαι U; πιττωθεῖσαι Ald. ² 3. 2. 6.)[*](3 δὲ conj. W.: καὶ Ald.H. 3.12. 3.)[*](4 μὴ conj. W.; γε Ald.H.; γε μὴ Cod.Casaub.Vin.; γε μὴν Vo. (τὴν ἄκαρπον mBas.). cf. 3. 9. 2.)[*](5 Plin. 16. 59.)