Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
312
Ἀλλὰ τάδε εὐηθέστερα καὶ ἀπιθανώτερα τά τε τῶν περιάπτων καὶ ὅλως τῶν ἀλεξιφαρμάκων λεγομένων τοῖς τε σώμασι καὶ ταῖς οἰκίαις. καὶ ὡς δή φασι τὸ τριπόλιον καθ᾿ Ἡσίοδον καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, φι᾿ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. καὶ τὰ περὶ τῆς εὐκλείας δὲ καὶ εὐδοξίας ὁμοίως ἡ καὶ μᾶλλον· εὔκλειαν γάρ φασι ποιεῖν τὸ ἀντίρρινον καλούμενον· τοῦτο δ᾿ ὅμοιόν ἐστι τῇ ἀπαρίνῃ· ῥίζα δὲ οὐχ ὕπεστιν· ὁ δὲ καρπὸς ὥσπερ μόσχου ῥῖνας ἔχει. τὸν δ᾿ ἀπὸ τούτου ἀλειφόμενον εὐδοξεῖν.