Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἑτέραν δέ τινα συνεψομένην τοῖς κρέασι συνάπτειν εἰς ταὐτὸ καὶ οἶον πηγνύναι· τὰς δὲ καὶ ἕλκειν, ὥσπερ ἡ λίθος καὶ τὸ ἤλεκτρον. καὶ ταῦτα μὲν ἐν τοῖς ἀψύχοις.
Τὸ δὲ θηλύφονον, οἱ δὲ σκορπίον καλοῦσι διὰ τὸ τὴν ῥίζαν ὁμοίαν ἔχειν τῷ σκορπίῳ, ἐπιξυόμενον [*](¹ cf. Pin. 27. 45.) [*](2 ὑλήματα: here a general term for shrubs and under-shrubs. cf. 9. 20. 6.) [*](3 Diosc. 3. 146; plin. 20. 84.)
ἐν δὲ τοῖς ἡμετέροις σώμασι χωρὶς τῶν πρὸς ὑγείαν καὶ νόσον καὶ θάνατον καὶ πρὸς ἄλλα δυνάμεις ἔχειν φασὶν οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν τῆς ψυχῆς---.
XIX. Πρὸς δὲ τὴν ψυχὴν τὸν μὲν στρύχνον ὥστε παρακινεῖν καὶ ἐξιστάναι, καθάπερ ἐλέχθη πρότερον, ἡ δὲ τοῦ ὀνοθήρα ῥίζα δοθεῖσα ἐν οἴνῳ πρᾳότερον καὶ ἱλαρώτερον ποιεῖ τὸ ἦθος. ἔχει δὲ ὁ μὲν ὀνοθήρας τὸ μὲν φύλλον ὅμοιον ἀμυγδαλῇ μικρότερον δέ, τὸ δὲ ἄνθος ἐρυθρὸν ὥσπερ ῥόδον· αὐτὸς δὲ μέγας θάμνος· ῥίζα δὲ ἐρυθρὰ καὶ μεγάλη, ὄζει δὲ αὐανθείσης ὥσπερ οἴνου· φιλεῖ δὲ ὀρεινὰ χωρία. φαίνεται δὲ οὐ τοῦτο ἄτοπον· οἷον γὰρ προσφορά τις γίνεται δύναμιν ἔχοντος οἰνώδη.
[*](¹ σκορπίῳ conj. W.; σκορπίου Ald.)[*](² 18. 3, λέγω δὲ σωματικῶν. . . 18. 11 (the account of the phyancal effects) is here omitted.)[*](3 9. 11. 6.)Ἀλλὰ τάδε εὐηθέστερα καὶ ἀπιθανώτερα τά τε τῶν περιάπτων καὶ ὅλως τῶν ἀλεξιφαρμάκων λεγομένων τοῖς τε σώμασι καὶ ταῖς οἰκίαις. καὶ ὡς δή φασι τὸ τριπόλιον καθ᾿ Ἡσίοδον καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, φι᾿ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. καὶ τὰ περὶ τῆς εὐκλείας δὲ καὶ εὐδοξίας ὁμοίως ἡ καὶ μᾶλλον· εὔκλειαν γάρ φασι ποιεῖν τὸ ἀντίρρινον καλούμενον· τοῦτο δ᾿ ὅμοιόν ἐστι τῇ ἀπαρίνῃ· ῥίζα δὲ οὐχ ὕπεστιν· ὁ δὲ καρπὸς ὥσπερ μόσχου ῥῖνας ἔχει. τὸν δ᾿ ἀπὸ τούτου ἀλειφόμενον εὐδοξεῖν.
εὐδοξεῖν δὲ καὶ ἐάν τις τοῦ ἐλειοχ ρύσου τῷ ἄνθει στεφανῶται μύρῳ ῥαίνων ἐκ χρυσίου ἀπύρου. ἔχει δὲ ὁ ἐλειόχρυσ ος τὸ μὲν ἄνθος χρυσοειδές, φύλλον δὲ λευκὸν καὶ τὸν καυλὸν δὲ λεπτὸν καὶ σκληρὸν ῥίζαν δὲ ἐπιπόλαιον καὶ λεπτήν. χρῶνται δὲ αὐτῷ πρὸς τὰ δακετὰ ἐν οἴνῳ καὶ πρὸς τὰ πυρίκαυστα κατακαύσαντες καὶ μίξαντες μέλιτι. τὰ μὲν οὖν τοιαῦτα, καθάπερ καὶ πρότερον ἐλέχθη, συναύξειν βουλομένων ἐστὶ τὰς ἑαυτῶν τέχνας.
Αἱ δὲ τῶν ῥιζῶν καὶ τῶν καρπῶν καὶ τῶν ὀπῶν φύσεις ἐπεὶ πολλὰς ἔχουσι καὶ παντοίας δυνάμεις, ὅσαι ταὐτὸ δύνανται καὶ τῶν αὐτῶν αἰτίαι, [*](¹ ἀπιθανώτερα conj. Scat. after G: so also Cod Cas. Vin. Vo.; πιθανώτερα U*; πιθανότερα Ald.) [*](² τριπόλιον UMU*Ald.; G from Plin. 21. 44 has polium. It may be observed that τριπόλιον can hardly have occurred in a hexameter. Hesych., however, gives τρισπόλιον as the name)