Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Θρασύας δ᾿ ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμβανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ᾿ ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ παλίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς ἔμπειρος.

[*](¹ οὖν add. W.)[*](² ἀολουθεῖν κατὰ conj. W.; ἀκοόειν εἶναι κατὰ Ald. H.; ἀκουεῖν εἶναι καὶ M.)
304

Ταῦτα μὲν οὖν εὑρῆσθαι δοκεῖ πολλῷ μᾶλλον νῦν ἢ πρότερον. ὅτι δὲ διαφέρει τὸ χρῆσθαί πως ἑκάστῳ φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ Κεῖοι τῷ κωνείῳ πρότερον οὐχ οὕτω ἀλλὰ τρίβοντες ἐχρῶντο, καθάπερ οἱ ἄλλοι· νῦν δ᾿ οὐδ᾿ ἂν εῖς τρίψειεν, ἀλλὰ περιπτίσαντες καὶ ἀφελόντες τὸ κέλυφος, τοῦτο γὰρ τὸ τὴν δυσχέρειαν παρέχον δυσκατέργαστον ὄν, μετὰ ταῦτα κόπτουσιν ἐν τῷ ὅλμῳ καὶ διαττήσαντες λεπτὰ ἐπιπάττοντες ἐφ᾿ ὕδωρ πίνουσιν, ὥστε ταχεῖαν καὶ ἐλαφρὰν γίνεσθαι τὴν ἀπαλλαγήν.

XVII. Ἀπάντων δὲ τῶν φαρμάκων αἱ δυνάμεις ἀσθενέστεραι τοῖς συνειθισμένοις τοῖς δὲ καὶ ἀνενεργεῖς τὸ ὅλον. ἔνιοι γὰρ ἐλλέβορον ἐσθίοντες πολὺν ὥστε ἀναλίσκειν δέσμας ὅλας οὐδὲν πάσχουσιν· ὅπερ ἐποίει καὶ Θρασύας δεινότατος ὢν ὡς ἐδόκει περὶ τὰς ῥίζας. ποιοῦσι δὲ τοῦθ᾿ ὡς ἔοικε καὶ τῶν νομέων τινές· δι᾿ ὃ καὶ πρὸς τὸν φαρμακοπώλην τὸν θαυμαζόμενον ὡς κατήσθιε ῥίζαν μίαν ἢ δύο παραγενόμενος ὁ ποιμὴν καὶ ἀναλώσας ὅλην τὴν δέσμην ἐποίησεν ἀδόκιμον· ἐλέγετο δ᾿ ὅτι καθ᾿ ἑκάστην ἡμέραν τοῦτο ποιεῖ καὶ αὐτὸς καὶ ἕτεροι.