Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἀλλὰ τοῦ ἐφημέρου τὸ φάρμακον εὑρῆσθαι· ἕτερον γάρ τι ῥίζιον εἶναι ὃ ἐφήμερον ἀπαλλάττει· τοῦτο δὲ φύλλον ὅμοιον ἔχειν τῷ ἐλλεβόρῳ ἢ τῷ λειρίῳ· καὶ τοῦτο πάντας εἰδέναι· δι᾿ καὶ τὰ ἀνδράποδά φασι πολλάκις παοργισθέντα χρῆσθαι, κἄπειτα ἰατρεύειν αὐτὰ πρὸς τοῦτο ὁρμῶντα, καὶ γὰρ οὐδὲ ταχεῖαν ποιεῖσθαι τὴν ἀπαλλαγὴν οὐδὲ ἐλαφρὰν ἀλλὰ δυσχερῆ καὶ χρόνιον· εἰ μὴ ἄρα διὰ τὸ εὐθεράπευτον εἶναι καὶ ἀκατασκεύαστον ὡς δεῖ. φασὶ γοῦν καὶ παραχρῆμα ἀπαλλάττεσθαι καὶ ὕστερον χρόνῳ τοὺς δὲ καὶ εἰς ἐνιαυτὸν ἄγειν, καὶ τὰς δόσεις ἀβοηθήτους εἶναι. [*](¹ i.e. no herb having that effect.) [*](2 ἑτέρων conj. Sch.; ἕτερόν τι φύεσθαι UAld. H.; ἕτερόν τι φυόμενον conj. W. G seems to have had a fuller text.) [*](³ ἀλλὰ τοὺς ἐγχ. UM; ἀλλά τινες τοῖς ἐνεγκαμένοις βοήθειαι εὕρηνται· τοὺς γὰρ ἐγχ. Ald. H., which the indicative εὕρηνται shews to be a gloss.) [*](4 τοῦ ἐφημέρου U; τὰ ἐφ᾿ ἡμέρον M; καὶ τὸ ἐφήμερον Ald. The passage about ἐφήμερον, which interrupts the account of ἀκόνιτον, is confused, and the text probably defective; trans- lation a makeshift. The sense of εἰ μὴ . . . ὡς δεῖ being perhaps irrecoverable, the connexion of what follows is obscured. W. gives up the passage.)

302
ταῦτα δὲ ἐξακριβωθῆναι μάλιστα παρὰ τοῖς Τυρρηνοῖς τοῖς ἐν Ἡρακλείᾳ.

τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ τρόπον μέν τινα ἀβοήθητον ἄλλως δὲ βοηθήσιμον, ὥσπερ καὶ ἕτερα τῶν θανατηφόρων.

Τὸ δὲ ἀκόνιτον ἄχρηστον, ὥσπερ εἴρηται, τοῖς μὴ ἐπισταμένοις· οὐδὲ κεκτῆσθαι δὲ ἐξεῖναι, ἀλλὰ θάνατον τὴν ζημίαν· τὴν δὲ τῶν χρόνων διαφορὰν ἀκολουθεῖν κατὰ τὰς συλλογάς· ἰσοχρόνους γὰρ τοὺς θανάτους γίνεσθαι τοῖς ἀπὸ τῆς συλλογῆς χρόνοις.

Θρασύας δ᾿ ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμβανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ᾿ ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ παλίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς ἔμπειρος.

[*](¹ οὖν add. W.)[*](² ἀολουθεῖν κατὰ conj. W.; ἀκοόειν εἶναι κατὰ Ald. H.; ἀκουεῖν εἶναι καὶ M.)
304

Ταῦτα μὲν οὖν εὑρῆσθαι δοκεῖ πολλῷ μᾶλλον νῦν ἢ πρότερον. ὅτι δὲ διαφέρει τὸ χρῆσθαί πως ἑκάστῳ φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ Κεῖοι τῷ κωνείῳ πρότερον οὐχ οὕτω ἀλλὰ τρίβοντες ἐχρῶντο, καθάπερ οἱ ἄλλοι· νῦν δ᾿ οὐδ᾿ ἂν εῖς τρίψειεν, ἀλλὰ περιπτίσαντες καὶ ἀφελόντες τὸ κέλυφος, τοῦτο γὰρ τὸ τὴν δυσχέρειαν παρέχον δυσκατέργαστον ὄν, μετὰ ταῦτα κόπτουσιν ἐν τῷ ὅλμῳ καὶ διαττήσαντες λεπτὰ ἐπιπάττοντες ἐφ᾿ ὕδωρ πίνουσιν, ὥστε ταχεῖαν καὶ ἐλαφρὰν γίνεσθαι τὴν ἀπαλλαγήν.