Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XIV. Πασῶν δὲ τῶν ῥιζῶν αἱ μὲν πλείω χρόνον αἱ δὲ ἐλάττω διαμένουσιν. ὁ μὲν γὰρ ἐλλέβορος καὶ τριάκοντα ἔτη χρήσιμος, ἡ δὲ ἀριστολοχία πέντε ἢ ἕξ, χαμαιλέων δὲ ὁ μέλας τετταράκοντα, κενταυρὶς δὲ δέκα ἢ δώδεκα· πίειρα δὲ ἡ ῥίζα καὶ πυκνή· πευκέδανον δὲ πέντε ἢ ἕξ, ἀμπέλου δὲ ἀγρίας ἐνιαυτόν, ἐὰν ἐν σκιᾷ ᾖ καὶ ἄπληκτος, εἰ δὲ μή, σαπρὰ καὶ σομφώδης· ἄλλαι δὲ ἄλλους ἔχουσαι χρόνους. πάντων δὲ ὅλως τῶν φαρμάκων πλεῖστον διαμένει χρόνον τὸ ἐλατήριον, καὶ τὸ παλαιότατον ἄριστον. ἰατρὸς δ᾿ οὖν τις ἔλεγεν οὐκ ἀλαζὼν οὐδὲ ψεύστης ὡς εἴη παρ᾿ αὐτῷ καὶ διακοσίων ἐτῶν θαυμαστὸν δὲ τῇ ἀρετῇ, δοῦναι δὲ αὐτῷ τινα δῶρον.

αἰτία δὲ τῆς χρονιότητος ἡ ὑγρότης· διὰ γὰρ ταύτην καὶ ὅταν κόψωσι τιθέασι εἰς τέφραν ὑγρόν, καὶ οὐδ᾿ ὣς γίνεται ξηρόν, ἀλλ᾿ ἄχρι πεντήκοντα ἐτῶν σβέννυσι προσαγομενον τοὺς λύχνους. φασὶ δὲ μόνον [*](¹ cf. the mediaeval doctrine of ‘signatures.’) [*](² Diosc. 4. 186.) [*](3 τις οὐ conj. Sch.; τις ὡς Ald.; τίς UM; τίς ὥς U*.) [*](4 Plin. 27. 143. cf. 9. 8. 7. 6 cf 9. 20. 3.) [*](7 ἄπληκτος : ? by worms. cf. ἄκοπος.)

288
ἢ μάλιστα ὑπέρινον ἄνω ποιεῖν τῶν φαρμάκων· αὕτη μὲν οὖν ἰδιότης τις δυνάμεως.

Τῶν δὲ ῥιζῶν ὅσαι μὲν γλυκύτητά τινα ἔχουσι ξυμβαίνει θριπηδέστους γίνεσθαι χρονιζομένας, ὅσαι δὲ δριμεῖαι, τοῦτο μὲν μὴ πάσχειν ἀμαυροῦσθαι δ᾿ αὐτῶν τὰς δυνάμεις μανουμένων καὶ κενουμένων. τῶν δ᾿ ἔξω θηρίων ἄλλο μὲν οὐδὲν ἅπτεται ῥίζης δριμείας, ἡ δὲ σφονδύλη πασῶν· τοῦτο μὲν οὖν ἴδιον τῆς τοῦ ζώου φύσεως.

Πᾶσαν δὲ χείρω γίνεσθαι ῥίζαν, ἐὰν ἐάσῃ τις τελειωθῆναι καὶ ἁδρυνθῆναι τὸν καρπόν· ὡσαύτως δὲ καὶ τὸν καρπόν, ἐὰν ὀπίσῃς τὴν ῥίζαν· ὡς ἐπὶ τὸ πολὺ δὲ αἱ φαρμακώδεις οὐκ ὀπίζονται, ὧν δ᾿ ἂν τὰ σπέρματα φαρμακώδη, αὗται δὴ ὀπίζονται· χρῆσθαι δέ τινές φασι μᾶλλον ταῖς ῥίζαις, ὅτι ἰσχυρότερος ὁ καρπὸς ὥσθ᾿ ὑπενεγκεῖν τὸ σῶμα. φαίνεται δὲ οὐ καθ᾿ ὅλου τοῦτο ἀληθές· ἐπεὶ καὶ οἱ ἐν Ἀντικύρᾳ τοῦ σησαμώδους ἐλλεβόρου διδόασιν, ὅτι ὁ καρπὸς ὅμοιος σησάμῳ.

XV. Φαρμακώδεις δὲ δοκοῦσιν εἶναι τόποι μάλιστα τῶν μὲν ἔξω τῆς Ἑλλάδος οἱ περὶ τὴν Τυρρηνίαν καὶ τὴν Λατίνην, ἐν ᾗ καὶ τὴν Κίρκην εἶναι λέγουσιν· καὶ ἔτι μᾶλλόν γε, ὡς Ὅμηρός [*](1 Plin. 27. 143.) [*](² i. e. not engendered in the root.) [*](³ A beetle? cf. Arist. H. A. 5. 8.) [*](4 This section is omitted in U*. Plin. 27. 144.)

290
φησι, τὰ περὶ Αἴγυπτον· ἐκεῖθεν γὰρ τὴν Ἑλένην φησὶ λαβεῖν “ἐσθλὰ τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη· τόθι πλεῖστα φύει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ τετυγμένα πολλὰ δὲ λυγρά.” ᾧν δὴ καὶ τὸ νηπενθὲς ἐκεῖνό φησιν εἶναι καὶ ἄχολον, ὥστε λήθην ποιεῖν καὶ ἀπάθειαν τῶν κακῶν. καὶ σχεδὸν αὗται μὲν ἐοίκασιν ὥσπερ ὑπὸ τῶν ποιητῶν ὑποδεδεῖχθαι. καὶ γὰρ Αἰσχύλος ἐν ταῖς ἐλεγείαις ὡς πολυφάρμακον λέγει τὴν Τυρρηνίαν· “Τυρρηνὸν γενεάν, φαρμακοποιὸν ἔθνος.”

Οἱ δὲ τόποι πάντες πως φαίνονται μετέχειν τῶν φαρμάκων, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον διαφέρειν· καὶ γὰρ οἱ πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ οἱ πρὸς ἀνατολὰς ἔχουσι θαυμαστὰς δυνάμεις. ἐν Αἰθιοπίᾳ γὰρ ᾗ τοὺς ὀιστοὺς χρίουσι ῥίζα τίς ἐστι θανατηφόρος. ἐν δὲ Σκύθαις αὕτη τε καὶ ἕτεραι πλείους, αἱ μὲν παραχρῆμα ἀπαλλάττουσαι τοὺς προσενεγκαμένους, αἱ δ᾿ ἐν χρόιοις αἱ μὲν ἐλάττοσιν αἱ δ᾿ ἐν πλείοσιν, ὥστ ἐνίους καταφθίνειν. ἐν Ἰνδοῖς δὲ καὶ ἕτερα γένη πλείω, περιττότατα δέ, εἴπερ ἀληθῆ λέγουσιν, ἥ τε δυναμένη τὸ αἷμα διαχεῖν καὶ οἶον ὑποφεύγειν, καὶ πάλιν ἡ συνάγουσα καὶ πρὸς ἑαυτὴν ἐπισπωμένη, ἃ δή φασιν εὑρῆσθαι πρὸς τὰ τῶν ὀφιδίων τῶν θανατηφόρων δήγματα.