Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δὲ ἐρευθεδαιὸν φύλλον ὅμοιον κιττῷ πλὴν στρογγυλότερον· φύεται δ᾿ ἐπὶ γῆς ὥσπερ ἄγρωστις, φιλεῖ δὲ παλίσκια χωρία. οὐρητικὴ δέ, δι᾿ ὃ καὶ χρῶνται πρὸς τὰ τῆς ὀσφύος ἀλγήματα καὶ πρὸς τὰς ἰσχιάδας.

Ἔνιαι δὲ ἰδιόμορφοί τινες, ὥσπερ ἥ τε τοῦ σκορπίου καλουμένου καὶ ἡ τοῦ πολυποδίου. ἡ [*](¹ These words shew that § 3 is out of place.) [*](² cf. C P. 6. 4. 5.) [*](3 ἡ conj Sch.; αἱ U*Ald.) [*](⁴ ἐν τοῖς ἔργοις τοῖς W. from U*. ? a gloss on μέταλλα. τὰ μετ. τὰ ἐν Θ. Ald. H.) [*](5 Plin. 25. 139.)

286
μέν γὰρ ὁμοία σκορπίῳ καὶ χρησίμη δὲ πρὸς τὴν πληγὴν αὐτοῦ καὶ πρὸς ἄλλ᾿ ἄττα. ἡ δὲ τοῦ πολυποδίου δασεῖα καὶ ἔχουσα κοτυληδόνας, ὥσπερ αἱ τοῦ πολύποδος πλεκτάναι. καθαίρει δὲ κάτω· κὰν περιάψηταί τις οὔ φασιν ἐμφύεσθαι πολύπουν. ἔχει δὲ φύλλον ὅμοιον τῇ πτερίδι τῇ μεγάλῃ καὶ φύεται ἐν ταῖς πέτραις.

XIV. Πασῶν δὲ τῶν ῥιζῶν αἱ μὲν πλείω χρόνον αἱ δὲ ἐλάττω διαμένουσιν. ὁ μὲν γὰρ ἐλλέβορος καὶ τριάκοντα ἔτη χρήσιμος, ἡ δὲ ἀριστολοχία πέντε ἢ ἕξ, χαμαιλέων δὲ ὁ μέλας τετταράκοντα, κενταυρὶς δὲ δέκα ἢ δώδεκα· πίειρα δὲ ἡ ῥίζα καὶ πυκνή· πευκέδανον δὲ πέντε ἢ ἕξ, ἀμπέλου δὲ ἀγρίας ἐνιαυτόν, ἐὰν ἐν σκιᾷ ᾖ καὶ ἄπληκτος, εἰ δὲ μή, σαπρὰ καὶ σομφώδης· ἄλλαι δὲ ἄλλους ἔχουσαι χρόνους. πάντων δὲ ὅλως τῶν φαρμάκων πλεῖστον διαμένει χρόνον τὸ ἐλατήριον, καὶ τὸ παλαιότατον ἄριστον. ἰατρὸς δ᾿ οὖν τις ἔλεγεν οὐκ ἀλαζὼν οὐδὲ ψεύστης ὡς εἴη παρ᾿ αὐτῷ καὶ διακοσίων ἐτῶν θαυμαστὸν δὲ τῇ ἀρετῇ, δοῦναι δὲ αὐτῷ τινα δῶρον.

αἰτία δὲ τῆς χρονιότητος ἡ ὑγρότης· διὰ γὰρ ταύτην καὶ ὅταν κόψωσι τιθέασι εἰς τέφραν ὑγρόν, καὶ οὐδ᾿ ὣς γίνεται ξηρόν, ἀλλ᾿ ἄχρι πεντήκοντα ἐτῶν σβέννυσι προσαγομενον τοὺς λύχνους. φασὶ δὲ μόνον [*](¹ cf. the mediaeval doctrine of ‘signatures.’) [*](² Diosc. 4. 186.) [*](3 τις οὐ conj. Sch.; τις ὡς Ald.; τίς UM; τίς ὥς U*.) [*](4 Plin. 27. 143. cf. 9. 8. 7. 6 cf 9. 20. 3.) [*](7 ἄπληκτος : ? by worms. cf. ἄκοπος.)

288
ἢ μάλιστα ὑπέρινον ἄνω ποιεῖν τῶν φαρμάκων· αὕτη μὲν οὖν ἰδιότης τις δυνάμεως.

Τῶν δὲ ῥιζῶν ὅσαι μὲν γλυκύτητά τινα ἔχουσι ξυμβαίνει θριπηδέστους γίνεσθαι χρονιζομένας, ὅσαι δὲ δριμεῖαι, τοῦτο μὲν μὴ πάσχειν ἀμαυροῦσθαι δ᾿ αὐτῶν τὰς δυνάμεις μανουμένων καὶ κενουμένων. τῶν δ᾿ ἔξω θηρίων ἄλλο μὲν οὐδὲν ἅπτεται ῥίζης δριμείας, ἡ δὲ σφονδύλη πασῶν· τοῦτο μὲν οὖν ἴδιον τῆς τοῦ ζώου φύσεως.

Πᾶσαν δὲ χείρω γίνεσθαι ῥίζαν, ἐὰν ἐάσῃ τις τελειωθῆναι καὶ ἁδρυνθῆναι τὸν καρπόν· ὡσαύτως δὲ καὶ τὸν καρπόν, ἐὰν ὀπίσῃς τὴν ῥίζαν· ὡς ἐπὶ τὸ πολὺ δὲ αἱ φαρμακώδεις οὐκ ὀπίζονται, ὧν δ᾿ ἂν τὰ σπέρματα φαρμακώδη, αὗται δὴ ὀπίζονται· χρῆσθαι δέ τινές φασι μᾶλλον ταῖς ῥίζαις, ὅτι ἰσχυρότερος ὁ καρπὸς ὥσθ᾿ ὑπενεγκεῖν τὸ σῶμα. φαίνεται δὲ οὐ καθ᾿ ὅλου τοῦτο ἀληθές· ἐπεὶ καὶ οἱ ἐν Ἀντικύρᾳ τοῦ σησαμώδους ἐλλεβόρου διδόασιν, ὅτι ὁ καρπὸς ὅμοιος σησάμῳ.