Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι᾿ ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ᾿ ἔχει ἐρυθρὸν κωδύαν δ᾿ ὅσην ὄνυχα τοῦ δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω.

Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἶον στρουθός, ᾧ τὰ ὀθόνια λευκαίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελικράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται.

XIII. Τῶν δὲ ῥιζῶν καὶ ἐν τοῖς χυμοῖς αἱ διαφοραὶ καὶ ἐν ταῖς ὀσμαῖς· αἱ μὲν γάρ εἰσι δριμεῖαι αἱ δὲ πικραὶ αἱ δὲ γλυκεῖαι, καὶ αἱ μὲν εὔοδμοι αἱ δὲ βαρεῖαι. γλυκεῖα μὲν ἥ τε νυμφαία καλουμένη· φύεται δ᾿ ἐν ταῖς λίμναις καὶ ἐν τοῖς ἑλώδεσιν, οἶον ἔν τε τῇ Ὀρχομενίᾳ καὶ Μαραθῶνι [*](¹ ὥσπερ κεράτιον conj. W.; ὥσπερ κέρας UM; ὥσπερ τῶν κερα- τίων U*Ald.) [*](² Diosc. l.c.; Plin. 19. 167—169.) [*](³ Diosc. 4. 66; Plin. 20. 207, cf. 19. 21.)

282
καὶ περὶ Κρήτην· καλοῦσι δ᾿ αὐτὴν οἱ Βοιωτοὶ μαδωνάϊν καὶ τὸν καρπὸν ἐσθίουσιν. ἔχει δὲ τὸ φύλλον μέγα ἐπὶ τοῦ ὕδατος· εἶναι δέ φασιν ἴσχαιμον, ἐὰν τρίψας τις ἐπὶ τὴν πληγὴν ἐπιθῇ· χρησίμη δὲ καὶ πρὸς δυσεντερίαν πινομένη.

Γλυκεῖα δὲ καὶ ἡ Σκυθική· καὶ ἔνιοι δὲ καλοῦσιν εὐθὺς γλυκεῖαν αὐτήν· γίνεται δὲ περὶ τὴν Μαιῶτιν· χρησίμη δὲ πρός τε τὰ ἄσθματα καὶ πρὸς τὴν βῆχα ξηρὰν καὶ ὅλως τοὺς περὶ τὸν θώρακα πόνους· ἔτι δὲ πρὸς τὰ ἕλκη ἐν μέλιτι· δύναται δὲ καὶ τὴν δίψαν παύειν, ἐάν τις ἐν τῷ στόματι ἔχῃ· δι᾿ ὃ ταύτῃ τε καὶ τῇ ἱππάκῇ διάγειν φασὶ τοὺς Σκύθας ἡμέρας καὶ ἕνδεκα καὶ δώδεκα.