Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

274

Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλούμενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου.

Ὁ δ᾿ ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶδες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἄμα τρυγήτῳ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον.

Ὁ δὲ μυρτίτης καλούμενος τιθύμαλλος λευκός· τὸ μὲν φύλλον ἔχει καθάπερ ὁ μύρρινος, πλὴν ἀκανθῶδες ἀπ᾿ ἄκρου· κλήματα δ᾿ ἀφίησιν ἐπὶ τὴν γῆν ὡς σπιθαμιαῖα, ταῦτα δ᾿ οὐχ ἄμα φέρει τὸν καρπὸν ἀλλὰ παρ᾿ ἔτος, τὰ μὲν νῦν τὰ δ᾿ εἰς νέωτα, πεφυκότα ἀπὸ τῆς αὐτῆς ῥίζης. φιλεῖ δὲ ὀρεινὰ χωρία. ὁ δὲ καρπὸς αὐτοῦ καλεῖται κάρυον. ἀμῶσι δ᾿ ὅταν ἀδρύνωνται αἱ κριθαὶ καὶ ξηραίνοντες καὶ ἀποκαθαίροντες· αὐτὸν τὸν καρπὸν πλύναντες ἐν ὕδατι καὶ πάλιν ξηράναντες διδόασι πιεῖν συμμιγνύντες δύο μέρη τῆς μελαίνης μήκωνος, τὸ δὲ συναμφότερον ὅσον ὀξύβαφον· καθαίρει δὲ φλέγμα κάτω· ἐὰν δὲ τὸ κάρυον αὐτὸ διδῶσι, τρίψαντες ἐν οἴνῳ γλυκεῖ διδόασιν ἢ ἐν σησάμῳ πεφρυγμένῳ κατατραγεῖν. ταῦτα μὲν οὖν τοῖς τε φύλλοις καὶ τοῖς ὀποῖς καὶ τοῖς καρποῖς χρήσιμα.

[*](1 Plin. 26. 68.)[*](² κόκκινον conj. W.; κόκκος MSS. cf. Plin. l.c. ramis ru- bentibus. ³ Diosc. 4. 164; Plin. 26. 62—65.)[*](4 οὕτς ὡς δεῖ χρ. conj. Sch.; οὕτως ὡς δὴ χρ. U*; οὕτως χρ. Ald)
276

Τῶν δὲ λιβανωτίδων, δύο γάρ εἰσιν, ἡ μὲν ἄκαρπος ἡ δὲ κάρπιμος, ἡ μὲν καὶ τῷ καρπῷ καὶ τῷ φύλλῳ χρησίμη ἡ δὲ μόνον τῇ ῥίζῃ. καλεῖται δὲ ὁ καρπὸς κάχρυ. ἔχει δὲ αὕτη τὸ μὲν φύλλον ἐοικὸς σελίνῳ ἑλείῳ μεῖζον δὲ πολύ, καυλὸν δὲ μέγεθος πήχεως ἢ μείζω, ῥίζαν δὲ μεγάλην καὶ παχεῖαν λευκὴν ὄζουσαν ὥσπερ λιβανωτοῦ, καρπὸν δὲ λευκὸν τραχὺν προμήκη· φύεται δὲ μάλιστα ὅπου ἂν αὐχμηρὰ χωρία ᾖ καὶ πετρώδη· χρησίμη δὲ ἡ μὲν ῥίζα πρός τε τὰ ἕλκη καὶ πρὸς τὰ γυναικεῖα πινομένη ἐν οἴνῳ αὐστηρῷ μέλανι· ὁ δὲ καρπὸς πρός τε τὰς στραγγουρίας καὶ πρὸς τὰ ὦτα καὶ ἄργεμα καὶ πρὸς ὀφθαλμίας καὶ ὥστε γάλα γυναιξὶν ἐμποιεῖν.

Ἡ δὲ ἄκαρπος ἔχει τὸ φύλλον ὅμοιον θριδακίνης τῆς πικρᾶς τραχύτερον δὲ καὶ λευκότερον. ῥίζαν δὲ βραχεῖαν. φύεται δὲ ὅπουπερ ἐρείκη πλείστη. δύναται δὲ ἡ ῥίζα καθαίρειν καὶ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πρὸς τὴν βλάστην ἄνω, τὸ δὲ πρὸς τὴν γῆν κάτω· κωλύει δὲ καὶ εἰς ἱμάτια τιθεμένη τοὺς σῆτας. συλλέγεται δὲ περὶ πυροτομίας.