Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἡ δὲ ἄκαρπος ἔχει τὸ φύλλον ὅμοιον θριδακίνης τῆς πικρᾶς τραχύτερον δὲ καὶ λευκότερον. ῥίζαν δὲ βραχεῖαν. φύεται δὲ ὅπουπερ ἐρείκη πλείστη. δύναται δὲ ἡ ῥίζα καθαίρειν καὶ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πρὸς τὴν βλάστην ἄνω, τὸ δὲ πρὸς τὴν γῆν κάτω· κωλύει δὲ καὶ εἰς ἱμάτια τιθεμένη τοὺς σῆτας. συλλέγεται δὲ περὶ πυροτομίας.
XII. Χαμαιλέων δὲ ὁ μὲν λευκὸς ὁ δὲ μέλας· αἱ δὲ δυνάμεις τῶν ῥιζῶν καὶ αὐταὶ δὲ αἱ ῥίζαι τοῖς εἴδεσι διάφοροι. τοῦ μὲν γὰρ λευκὴ καὶ παχεῖα καὶ γλυκεῖα καὶ ὀσμὴν ἔχουσα βαρεῖαν· χρήσιμον δέ φασι πρός τε τοὺς ῥοῦς, ὅταν ἑψηθῇ [*](¹ Diosc. 3. 74; Plin 19. 187.) [*](² cf. Plin. 24. 99 and 101.) [*](3 cf. 7. 6. 2; 9. 9. 5.) [*](4 ὅπουπερ ἐρείκη conj. Dalec. etc. from Diosc. l.c.; ὅπουπερ εἴρηται Ald.H.; ὁπότε ἐρείκη U*.)
Ὁ δὲ μέλας τῷ μὲν φύλλῳ παρόμοιος, σκολυμῶδες γὰρ ἔχει πλὴν ἔλαττον καὶ λειότερον, αὐτὸς δ᾿ ὅλος ἐστὶν ὥσπερ σκιάδιον, ἡ δὲ ῥίζα παχεῖα καὶ μέλαινα διαρραγεῖσα δὲ ὑπόξανθος. χωρία δὲ φιλεῖ ψυχρὰ καὶ ἀργά· δύναται δὲ λέπραν τε ἐξελαύνειν ἐν ὄξει τριβόμενος καὶ ξυσθεὶς ἐπαλειφόμενος καὶ ἀλφὸν ὡσαύτως· ἀναιρεῖ δὲ καὶ τοὺς κύνας.
Μήκωνες δ᾿ εἰσὶν ἄγριαι πλείους· ἡ μὲν κερατῖτις καλουμένη μέλαινα· ταύτης τὸ φύλλον ὥσπερ [*](1 cf. 9. 9. 1.) [*](2 cf. Pseudo-Diosc. 4. 175 and Index.) [*](3 κανοειδῆ conj. Sch.; κονοειδῆ U*; κωνοειδῆ mP; ὁμοίαν ἀκονῶ PAld.) [*](4 δὲ after τὴν om. Sch.; ?τινα κεφαλὴν W.)
Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι᾿ ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ᾿ ἔχει ἐρυθρὸν κωδύαν δ᾿ ὅσην ὄνυχα τοῦ δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω.
Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἶον στρουθός, ᾧ τὰ ὀθόνια λευκαίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελικράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται.