Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VI. Σπείρειν δὲ ξυμφέρει πάντα μάλιστα μὲν ἐν τοῖς ὡραίοις ἀρότοις· οὐ μὴν ἀλλὰ καὶ ἐν ξηρᾷ τινες καταβάλλουσι καὶ οὐχ ἥκιστα πυροὺς καὶ κριθὰς ὡς μάλιστα αὐταρκεῖν δυνάμενα, ὅπου μὴ ὄρνισιν ἢ ἄλλοις θηρίοις ἐπισινὴς ἡ χώρα. δοκεῖ γὰρ ὡς ἐπὶ πᾶν ὁ πρῶτος ἄροτος ἀμείνων εἶναι, χείριστος δὲ σπόρος ἐν ταῖς ἡμιβρόχοις· ἀπόλλυται γὰρ καὶ ἐκγαλακτοῦται τὰ σπέρματα, καὶ ἅμα ξυμβαίνει πόαν ἀναφύεσθαι πολλήν. μετὰ δὲ τὴν σπορὰν ὕδωρ ἐπιγίνεσθαι πᾶσι ξυμφέρει. πλὴν ὅσα δυσβλαστῆ γίνεται μᾶλλον, ὥσπερ ὅ τε κύαμος δοκεῖ καὶ τῶν θερινῶν σήσαμον καὶ κύμινον καὶ ἐρύσιμον.

Πυκνοσπορεῖν δὲ καὶ μανοσπορεῖν καὶ πρὸς τὰς χώρας βλέποντα χρή· πλεῖον γὰρ ἡ πίειρα καὶ ἀγαθὴ δύναται φέρειν τῆς ὑφάμμου τε καὶ λεπτῆς. καίτοι λέγεταί τις λόγος ὡς ὁτὲ μὲν πλέον ὁτὲ δὲ ἔλαττον ἡ αὐτὴ δέχεται χώρα· καὶ οἰωνίζονται τὸ πλέον ὡς οὐκ ἀγαθόν, πεινῆν γὰρ εὐθύς φασι τὴν γῆν· οὗτος μὲν οὖν ἴσως εὐηθέστερος λόγος. εἰ δέ τις πρὸς τὰ σπέρματα θεωροίη καὶ μάλιστά γε πρὸς αὐτοὺς τοὺς τόπους ἅμα τῷ ἐδάφει καὶ τὴν θέσιν ἀναθεωρῶν τήν γε πρὸς τὰ πνεύματα [*](¹ αὐταρκεῖν Ald.; ἀνταρκεῖν U.) [*](² ἐπισινῆς conj. Dalec.; ἐπινὴς UMAld.; obnoxia G.) [*](³ i.e. after the rains.)

178
καὶ τὸν ἥλιον, οἰκειότερον ἂν λαμβάνοι τὰς διαφοράς.

Ἀνὰ λόγον δὲ ἔχει καὶ ἡ κόπρισις τοῖς σπόροις πρὸς τὰς χώρας· νειὸς δ᾿ ἀμείνων ἡ χειμέριος τῆς ἐαρινῆς. ἐνιαχοῦ δὲ οὐ ξυμφέρειν βαθεῖαν ἀροτριᾶν, ὥσπερ καὶ ἐν Συρίᾳ, δι᾿ ὃ μικροῖς ἀρότροις χρῶνται. παρ᾿ ἄλλοις δὲ τὸ λίαν ἐξεργάζεσθαι βλάπτει, καθάπερ ἐν Σικελίᾳ, δι᾿ ὃ καὶ τῶν ξένων ὡς ἔοικε πολλοὶ διαμαρτάνουσι. πάντα μὲν οὖν πρὸς τὰς χώρας.