Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ΙΙ. Βλαστάνει δὲ τὰ μὲν ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν ἀφιέντα καὶ τὸ φύλλον, τὰ δὲ ἑκάτερον ἐξ ἑκατέρου τοῦ ἄκρου. πυρὸς μὲν οὖν καὶ κριθὴ καὶ τίφη καὶ ὅλως ὅσα σιτώδη πάντα ἐξ ἑκατέρου ὥσπερ ἐν τῷ στάχυϊ πέφυκεν, ἀπὸ μὲν τοῦ κάτων τοῦ παχέος τὴν ῥίζαν ἀπὸ δὲ τοῦ ἄνω τὸν βλαστόν· ἓν δέ τι καὶ συνεχὲς γίνεται τὸ ἀμφοῖν τῆς τε ῥίζης καὶ τοῦ καυλοῦ. κύαμος δὲ καὶ τὶ ἄλλα χεδροπὰ οὐχ ὁμοίως, ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν καὶ τὸν καυλόν, καθ᾿ ὃ καὶ ἡ πρόσφυσις αὐτῶν ἐστι πρὸς τὸν λοβόν, ἐν ᾧ καὶ ἔχουσιν οἷον ἀρχήν τινα φανεράν· ἐπ᾿ ἐνίων δὲ καὶ αἰδοιῶδες φαίνεται, καθάπερ ἐπὶ τῶν κυάμων καὶ τῶν ἐρεβίνθων καὶ μάλιστα τῶν θέρμων· ἐκ τούτου γὰρ ἡ μὲν ῥίζα κάτω τὸ δὲ φύλλον καὶ ὁ καυλὸς ἄνω χωρεῖ.

Ταύτῃ μὲν οὖν πη διαφέρει. τῇ δὲ ὁμοίως ἔχει τῷ πάντα κατὰ τὴν πρόσφυσιν τοῦ λοβοῦ καὶ τοῦ στάχυος ἀφιέναι τὴν ῥίζαν καὶ μὴ [*](¹ ὡς προειργ. Ald. H.; ὡς om. Sch. from G. 2 cf. 8. 8. 2.) [*](³ ὥσπερ conj. Scal.; πάντα Ald. (? repeated by mistake). cf. C. P. 4. 7. 4.)

150
καθάπερ ἐν τοῖς δενδρικοῖς τισιν ἀνάπαλιν, οἷον ἀμυγδαλῇ καρύῳ βαλάνῳ τοῖς τοιούτοις. ἐν ἅπασι δὲ ἡ ῥίζα μικρῷ πρότερον ἐκφύεται τοῦ καυλοῦ· συμβαίνει δὲ ἔν γέ τισι τῶν δένδρων ὥστε τὸν μὲν βλαστὸν ἐν αὐτῷ τῷ σπέρματι βλαστάνειν πρῶτον, αὐξανομένου δὲ διΐστασθαι τὰ σπέρματα—πάντα γάρ πως καὶ ταῦτα διμερῆ, τὰ δὲ δὴ χεδροπὰ φανερῶς πάντα δίθυρα καὶ σύνθετα—τὴν δὲ ῥίζαν εὐθὺς ἔξω προωθεῖσθαιἐν δὲ τοῖς σιτηροῖς διὰ τὸ καθ᾿ ἓν αὐτὰ εἶναι τοῦτο μὲν οὐ συμβαίνει, προτερεῖ δὲ ἡ ῥίζα μικρόν.

Ἀναφύεται δὲ ἡ μὲν κριθὴ καὶ ὁ πυρὸς μονόφυλλα, ὁ δὲ πισὸς καὶ ὁ κύαμος καὶ ὁ ἐρέβινθος πολύφυλλα. ῥίζαν δὲ ἔχει τὰ μὲν χεδροπὰ πάντα ξυλώδη καὶ μίαν ἀπὸ δὲ ταύτης καὶ ἀποφ ύσεις λεπτάς. βαθυρριζότατον δὲ ὡς εἰπεῖν τούτων ὁ ἐρέβινθος, ἐνίοτε δὲ καὶ παρακαθίησιν· ἀλλ᾿ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ τὰ ἄλλα τὰ σιτώδη πολύρριζα καὶ λεπτόρριζα, δι᾿ ὃ καὶ ταρρώδη. καὶ πολύκλαδα καὶ πολύκαυλα πάντα τὰ τοιαῦτα. σχεδὸν δὲ καὶ ἐναντίωσίς τις ἑκατέρων ἐστί· τὰ μὲν γὰρ χεδροπὰ μονόρριζα ὄντα πολλὰς ἄνωθεν ἀπὸ τῶν καυλῶν ἀποφύσεις ἔχει πλὴν κυάμου· τὰ δὲ σιτηρὰ πολύρριζα πολλοὺς μὲν ἀνίησι [*](¹ Bαλάνῳ : διοσβαλάνῳ Sch. from mBod.) [*](² τισι τῶν δένδρων conj. W.; σιτώδεσιν UMAld.; τοῖς δενδρικοῖς conj. Sch. This and W. ᾿s other conjectures in this section are rather desperate, but are accepted provisionally as at least restoring a satisfactory sense. The passage looks as if it had been deliberately tampered with by someone who misunderstood it.)

152
βλαστούς, ἀπαράβλαστοι δὲ οὗτοι, πλὴν εἴ τι γένος πυρῶν τοιοῦτον, οὓς καλοῦσι σιτανίας καὶ κριθανίας.

Τὸν μὲν οὖν χειμῶνα ἐν τῇ χλόῃ μένει τὰ σιτώδη, διαγελώσης δὲ τῆς ὥρας καυλὸν ἀφίησιν ἐκ τοῦ μέσου καὶ γονατοῦται. συμβαίνει δ᾿ εὐθὺς ἐν τῷ τρίτῳ γόνατι, τοῖς δὲ ἐν τῷ τετάρτῳ. καὶ τὸν στάχυν ἔχειν ἀλλ᾿ οὐ φανερὸν ἐν τῷ ὄγκῳ· —γίνεται δὲ ἐν τῷ ὅλῳ καλάμῳ πλείω τούτων· ὥστε σχεδὸν ἄμα τῷ καλαμοῦσθαι συνίστασθαι μικρὸν ὕστερον· ἀλλ᾿ οὐ πρότερον φανερὸς γίνεται πρὶν ἂν προαυξηθεὶς ἐν τῇ κάλυκι γένηται, τότε δὲ ἡ κύησις φανερὰ διὰ τὸν ὄγκον.

Ἀπολυθεὶς δ᾿ εὐθὺς ἀνθεῖ μεθ᾿ ἡμέρας τέτταρας ἡ πέντε καὶ πυρὸς καὶ κριθὴ καὶ ἀνθεῖ σχεδὸν τὰς ἴσας, οἱ δὲ τὰς πλείστας λέγοντες ἐν ταῖς ἑπτά φασιν ἀπανθεῖν. ἀλλὰ τῶν χεδροπῶν χρόνιος ἡ ἄνθησις· χρονιωτάτη δὲ τῶν μὲν ἄλλων ὀρόβου καὶ ἐρεβίνθου, τούτων δ᾿ ἀπάντων τοῦ κυάμου καὶ ἐν μεγίστῃ διαφορᾷ· τετταράκοντα γὰρ ἡμερῶν ἀνθεῖν λέγουσι· πλὴν οἱ μὲν ἀεὶ παρανθοῦντος ἑτέρου καὶ ἑτέρου λέγουσι, κατὰ μέρος γὰρ ἀνθεῖν, οἱ δὲ ἀπλῶς. ἡ γὰρ ἄνθησις τῶν μὲν σταχυηρῶν ἀθρόως τῶν δὲ ἐλλοβωδῶν καὶ χεδροπῶν πάντων κατὰ μέρος· πρῶτα γὰρ ἀνθεῖ τὰ κάτω, καὶ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἐχόμενα, καὶ οὕτως αἰεὶ βαδίζει πρὸς τὰ ἄνω. [*](¹ Plin. 18. 52. ² Plin. 18. 56.) [*](3 cf. 7. 7. 1 ; 8. 4. 3.)

154
δι᾿ πολλὰ τῶν ὀρόβων τίλλεται τὰ μὲν κάτω κατερρυηκότα τὰ δ᾿ ἄνω χλωρὰ πάμπαν.

Μετὰ δὲ τὴν ἀπάνθησιν ἁδρύνονται καὶ τελειοῦνται πυρὸς μὲν καὶ κριθὴ τετταρακοσταῖα μάλιστα· παραπλησίως δὲ καὶ τίφη καὶ τἆλλα τὰ τοιαῦτα. τετταρακοσταῖον δέ φασι καὶ τὸν κύαμον, ὥστε ἐν ἴσαις ἀνθεῖν καὶ τελειοῦσθαι· τὰ δ᾿ ἄλλα ἐν ἐλάττοσιν· ἐλαχίσταις δὲ ὁ ἐρέβινθος, εἴπερ ἀπὸ τῆς σπορᾶς ἐν τετταράκοντα τελειοῦται ταῖς ἀπάσαις ὥσπερ τινές φασιν· ἐπεὶ τό γ᾿ ὅλον ὅτι τάχιστα φανερόν. οἱ δὲ κέγχροι καὶ τὰ σήσαμα καὶ οἱ μέλινοι καὶ ὅλως τὰ θερινὶ σχεδὸν ὁμολογεῖται τάς τεττσράκονθ᾿ ἡμέρας λαμβάνειν· οἱ δέ φασι καὶ ἐλάττους.

Διαφέρει δὲ καὶ πρὸς τὴν τελείωσιν χώρα τε χώρας καὶ ἀὴρ ἀέρος· ἐν ἐλάττοσι γὰρ ἔνιαι δοκοῦσιν ἐκφέρειν, ὥσπερ ἄλλαι τε καὶ μάλιστα ἐπιδήλως Αἴγυπτος· ἐκεῖ γὰρ κριθαὶ μὲν ἐν ἑξαμήνῳ πυροὶ δὲ ἐν τῷ ἑβδόμῳ θερίζονται· περὶ δὲ τὴν Ἑλλάδα κριθαὶ μὲν ἐν τῷ ἑβδόμῳ παρὶ δὲ τοῖς πλείστοις ὀγδόῳ, πυροὶ δὲ ἔτι προσεπιλαμβάνουσιν. οὐ μὴν οὐδὲ ἐκεῖ τό γε πᾶν πλῆθος οὕτως, ἀλλ᾿ ὅσον εἰς ἀπαρχήν· κομίζεται γὰρ πρὸς ἱερῶν τινῶν χρείαν ἄλφιτα νέα τῷ ἕκτῳ μηνὶ καὶ ταῦτα ἐκ τῶν ἄνω τόπων ὑπὲρ Μέμφιν.