Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

142

I. Περὶ μὲν οὖν τῶν ἄλλων ποιωδῶν ἱκανῶς εἰρήσθω· περὶ δὲ σίτου καὶ τῶν σιτωδῶν λέγωμεν ὁμοίως τοῖς πρότερον· τοῦτο γὰρ κατάλοιπον ἦν τῶν ποιωδῶν.

Δύο δὲ αὐτοῦ γένη τὰ μέγιστα τυγχάνει· τὰ μὲν γὰρ σιτώδη, οἷον πυροὶ κριθαὶ τίφαι ζειαὶ τὰ ἄλλα τὰ ὁμοιόπυρα ἢ ὁμοιόκριθα· τὰ δὲ χεδροπά, οἷον κύαμος ἐρέβινθος πισὸς καὶ ὅλως τὰ ὄσπρια προσαγορευόμενα· τρίτον δὲ παρ᾿ αὐτὰ κέγχρος ἔλυμος σήσαμον καὶ ἀπλῶς τὰ ἐν τοῖς θερινοῖς ἀρότοις ἀνώνυμα κοινῇ προσηγορίᾳ.

Ἔστι δὲ ἡ μὲν γένεσις αὐτῶν μία καὶ ἁπλῆ· φύεται γὰρ ἀπὸ σπέρματος, ἐὰν μή τι σπάνιον καὶ ὀλίγον ἀπὸ τῆς ῥίζης. ὧραι δὲ τοῦ σπόρου τῶν πλείστων δύο· πρώτη μὲν καὶ μάλιστα ἡ περὶ Πλειάδος δύσιν, ᾗ καὶ Ἡσίοδος ἠκολούθηκε [*](¹ τῶν before ποιωδῶν om. Sch.) [*](² Plin. 18. 48—80.) [*](³ ἔλυμος: μελίνη appears to be the Attic name for this plant. Sch. would restore it for ἔλυμος here and 4. 4. 10; 8. 11. 1.)

144
καὶ σχεδὸν οἱ πλεῖστοι, δι᾿ ὃ καὶ καλοῦσί τινες αὐτὴν ἄροτον· ἄλλη δ᾿ ἀρχομένου τοῦ ἦρος μετὰ τὰς τροπὰς τοῦ χειμῶνος. οὐ τῶν αὐτῶν δὲ ἑκατέρα. τὰ μὲν γὰρ αὐτῶν φιλεῖ πρωισπορεῖσθαι, τὰ δὲ ὀψὲ διὰ τὸ μὴ δύνασθαι φέρειν τοὺς χειμῶνας, τὰ δὲ πρὸς ἀμφοτέρας τὰς ὥρας οὐ κακῶς ἔχει, καὶ πρὸς χειμῶνα καὶ πρὸς ἔαρ.

Πρωίσπορα μὲν οὖν ἐστι πυρὸς κριθή, καὶ τούτων ἡ κριθὴ πρωϊσπορώτερον· ἔτι δὲ ζειὰ τίφη ὀλύρα καὶ εἴ τι ἕτερον ὁμοιόπυρον· ἁπάντων γὰρ σχεδὸν ὁ αὐτὸς χρόνος τῆς σπορᾶς· τῶν δὲ χεδροπῶν μάλιστα ὡς εἰπεῖν κύαμος καὶ ὦχρος· ταῦτα γὰρ διὰ τὴν ἀσθένειαν προλαβεῖν τῇ ῥιζώσει βούλεται τοὺς χειμῶνας· πρωίσπορον δὲ καὶ ὁ θέρμος· ἀπὸ τῆς ἅλω γάρ φασι δεῖν καταβάλλειν εὐθύς.

Ὀψίσπορα δὲ τούτων γε αὐτῶν ὅσα διαφέρει τοῖς γένεσιν, οἷον πυρῶν τέ τι γένος καὶ κριθῶν ὃ καλοῦσι τρίμηνον διὰ τὸ ἐν τοσούτῳ τελειοῦσθαι· καὶ τῶν χεδροπῶν τὰ τοιάδε, φακὸς ἀφάκη πισός. ἐν ἀμφοτέραις δὲ ταῖς ὥραις τῶν χεδροπῶν, καθάπερ ὄροβος ἐρέβινθος· οἱ δὲ καὶ τὸν κύαμον ὀψὲ σπείρουσιν, ἐὰν ὑστερήσωσι τῶν πρώτων ἀρότων. ἀπλῶς δὲ πρωϊσποροῦσι τὰ μὲν δι᾿ ἰσχὺν ὡς δυνάμενα φέρειν τοὺς χειμῶνας, τὰ δὲ δι᾿ ἀσθένειαν, ὅπως προλάβωσι ταῖς εὐδίαις τὴν αὔξησιν. δύο μὲν οὖν αὗται. τρίτη δὲ τῶν θερινῶν ἣν [*](¹ A cultural variety of ζειά. cf. 8. 9. 2.) [*](2 τῶν δέ γε Ald.; γε om. Sch.) [*](3 ὦχρος conj. W.; κέγχρος Ald.: om. G. cf. 8. 3. 1 and 2.) [*](4 cf. 8. 11. 8.)

146
εἴπομεν, ἐν ᾗ κέγχρος σπείρεται καὶ μέλινος καὶ σήσαμον, ἔτι δ᾿ ἐρύσιμον καὶ ὅρμινον. χρόνοι μὲν οὖν ἑκάστων οὗτοι.