Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Διαφορὰ δέ τις καὶ τοιάδε τῶν ποιωδῶν ἐστι· τὰ μὲν γὰρ ἐπιγειόφυλλα τὰ δ᾿ ἐπικαυλόφυλλα τυγχάνει τὰ δ᾿ ἀμφοτέρως. ἐπιγειόφυλλα μὲν [*](¹ ἐπιγειόκαυλα conj. Cornarius; ἐπετειόκαυλα Ald H.) [*](2 cf. 7. 15. 1; Diosc. 4. 190 and 191; Plin. 22. 57.)
IX. Ἔστι δὲ καὶ τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα. καὶ ὅλως τῶν ποιωδῶν τὰ μὲν ἄχρι τῶν φύλλων ἀφικνεῖται, τὰ δὲ καυλὸν ἔχει καὶ ἄνθος καρπὸν δὲ οὔ. τὰ δὲ καὶ καρπὸν ὥσπερ τελειοτάτην φύσιν, εἰ μή τι καὶ ἄνευ τοῦ ἄνθους καρποφόρον, ὥσπερ ἐπὶ τῶν δένδρων.
Διαφέρει δὲ καὶ τὰ φύλλα σχεδὸν οὐκ ἐλάττοσιν ἀλλὰ πλείοσι διαφοραῖς ἢ τὰ τῶν δένδρων· καὶ πρὸς αὐτὰ δὲ ἐκεῖνα διαφορὰς ἔχει· μεγίστην μὲν ὡς εἰπεῖν ὅτι τὰ μὲν ἀπὸ μίσχου προσπέφυκε, τὰ δὲ αὐτὰ μὲν ὡς ἀπλῶς, τὰ δὲ καυλικῇ τινι προσφύσει. καὶ τῶν μὲν ἐν τῇ βλαστήσει προτερεῖ , τῶν δὲ πλείστων τὰ φύλλα, καὶ σχεδὸν ἐν τῇ ἀρχῇ μέγιστα γίνονται καὶ μάλιστα ἐδώδιμα· τὰ δὲ ἐκ τῶν δένδρων προωθεῖ τινα καυλόν.
[*](¹ ἀφύλλανθες placed after ἄνθεμον by Sch.; in Ald. placed after ἀνεμώνη. cf. 7. 14. 2; Plin. 21. 56.)[*](² ἀπάπη U; ἀπάτη Ald. cf. 7. 7. 1 n.)[*](³ cf. 1. 13. 1. and Index.)[*](4 ἐκφύει τι καὶ MSS.; ἐκφύει φύλλον τε καὶ W.)Διαφέρουσι δὲ καὶ τοῖς ἄνθεσι πολύ· ἐν μὲν γὰρ τοῖς δένδρεσι τά γε πλεῖστα λευκά, τὰ δὲ μικρὸν ἐπιπορφυρίζοντα, τὰ δὲ ποώδη καὶ χλοώδη, κεχρωσμένον δὲ ἀνθινῷ οὐδέν· ἐν δὲ τοῖς ποιώδεσι τῶν ἀνθῶν πολλαὶ καὶ παντοδαπαὶ χροιαὶ καὶ ἄκρατοι καὶ μεμιγμέναι καὶ εὔοσμοι δὴ καὶ ἄοσμοί εἰσιν. καὶ τὰ μὲν δένδρα τὴν ἄνθησιν ἀθρόαν ποιεῖται, τούτων δ᾿ ἔνια κατὰ μέρος, ὥσπερ ἐλέχθη καὶ περὶ τοῦ ὠκίμου, δι᾿ ὃ καὶ πολὺν χρόνον ἀνθεῖ, καθάπερ ἄλλα τε πολλὰ καὶ τὸ ἡλιοτρόπιον καὶ τὸ κιχόριον.
Πολλαὶ δὲ καὶ τῶν ῥιζῶν διαφοραὶ καὶ τρόπον τινὰ αἱ τούτων φανερώτεραι· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις αἱ δὲ σαρκώδεις καὶ ἰνώδεις, ὥσπερ καὶ τῶν ἡμέρων, καθάπερ αἵ τε τοῦ σίτου καὶ τῆς πόας τῆς πλείστης. αὐτῶν δὲ τούτων ἕκασται πλείστας ἔχουσι διαφορὰς χρώμασιν ὀσμαῖς χυμοῖς μεγέθεσιν· αἱ μὲν γὰρ λευκαὶ αἱ δὲ μέλαιναι αἱ δ᾿ ἐρυθραί, καθάπερ ἥ τε τῆς ἀγχούσης καὶ τοῦ ἐρευθεδάνου· αἱ δ᾿ ὥσπερ ξανθαὶ καὶ ξυλοειδεῖς· καὶ γλυκεῖαι δὲ καὶ πικραὶ καὶ δριμεῖαι καὶ εὐώδεις καὶ κακώδεις, καὶ ἔνιαι φαρμακώδεις, ὡς ἐν ἄλλοις εἴρηται.
Διαφοραὶ δὲ καὶ τῶν σαρκωδῶν· αἱ μὲν γὰρ στρογγύλαι αἱ δὲ προμήκεις καὶ βαλανώδεις, ὥσπερ ἀσφοδέλου καὶ κρόκου· καὶ αἱ μὲν λεπυριώδεις, ὥσπερ ἡ τοῦ βολβοῦ καὶ τῆς σκίλλης καὶ ὅσαι βολβώδεις καὶ κρομύου δὲ καὶ γηθύου καὶ [*](1 cf. 1. 13. 1.) [*](² οὐδὲν . . . ἀνθῶν add. ScaI. from G (κερωσμένων δὲ ἀνθικῷ πολλαὶ U MAld.): ἀνθινῷ for ἀνθικῷ conj. W., who also added τῶν ἀνθῶν. See LS. ἀνθινός.)
τὸν αὐτὸν δὲ τρόπον καὶ φύλλα καὶ καυλοί, καθάπερ τοῦ ἀψινθίου καὶ τοῦ κενταυρίου. διαφορὰ δὲ καὶ κατὰ τὴν βλάστησιν καὶ κατὰ τὴν ἄνθησιν, οἷον ἀρχομένου χειμῶνος καὶ μεσοῦντος καὶ πάλιν ἦρος ἢ θέρους ἢ μετοπώρου. καὶ ἐπὶ τῶν καρπῶν δὲ ὁμοίως τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις καὶ φύλλα καὶ σπέρματα καὶ ῥίζας· καὶ ἐν αὐτοῖς τούτοις κατὰ τοὺς χυλούς, οἷον ὀξύτητι καὶ δριμύτητι καὶ γλυκύτητι καὶ αὐστηρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ἀπλῶς τε καὶ κατὰ τὸ μᾶλλον. τὰς μὲν οὖν διαφορὰς ἐν τούτοις ληπτέον.
X. Διῃρημένων δὲ κατὰ τὰς ὥρας ἑκάστων πρός τε τὰς βλαστήσεις καὶ κατὰ τὰς ἀνθήσεις καὶ τελειώσεις τῶν καρπῶν, οὐδὲν ἀναβλαστάνει πρὸ τῆς οἰκείας ὥρας οὔτε τῶν ῥιζοφυῶν οὔτε τῶν σπερμοφυῶν, ἀλλ᾿ ἕκαστον ἀναμένει τὴν [*](¹ καὶ conj. W.; ἢ AId.) [*](2 τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις conj. W.; τὸ βρωτὰ εἶναι καὶ καυλοὸς εἶναι Ald. H, Text probably defective.)
δι᾿ ὃ κἂν ταύτῃ δόξαιεν ἂν διαφέρειν τῶν δένδρων. τῶν μὲν γὰρ ἅμα πως πάντων ἢ ἐγγὺς ἡ βλάστησις, εἰ δὲ μὴ κατὰ μίαν γε ὥραν ὡς εἰπεῖν· τούτων δὲ ἐν πολλαῖς μᾶλλον δὲ ἐν ἁπάσαις ἡ βλάστησις καὶ ἔτι μᾶλλον ἡ ἄνθησις, ὥστε εἴ τις ἐθέλει κατανοεῖν σχεδὸν συνεχὴς γίνεται καθ᾿ ὅλον ἐνιαυτὸν καὶ ἡ βλάστησις καὶ ἡ ἄνθησις· αἰεὶ γὰρ ἕτερον ἐξ ἑτέρου διαδεχόμενον πάσας καταλαμβάνει τὰς ὥρας· οἷον μετὰ τὴν ἀπάπην κρόκος ἔσται καὶ ἀνεμώνη καὶ ὁ ἠριγέρων καὶ τὰ ἄλλα χειμερινά, μετὰ δὲ ταῦτα τὰ ἠρινὰ καὶ θερινὰ μετοπωρινά.
πολλὰ δέ, ὥσπερ ἐλέχθη, διὰ τὸ κατὰ μέρος ἀνθεῖν ἐπιτείνεται ταῖς ὥραις· ἔνια γὰρ οὕτως ἀνθεῖ, καθάπερ ἥ τε ἀπάπη καὶ τὸ ὀνοχειλὲς καὶ τὸ κιχόριον καὶ τὸ ἀρνόγλωσσον καὶ ἄλλα· διὰ δὲ τὴν συνέχειαν καὶ τὴν περικατάληψιν τὴν ὑπ᾿ ἀλλήλων οὐ φαίνεται ῥᾴδιον ἐν ἐνίοις οὐδ᾿ ὁρίσαι ποῖα πρῶτα βλαστάνει καὶ ποῖα ὀψιβλαστῆ· πλὴν εἴ τις ὑποθοῖτο τοῦ ἔτους τὴν ἀρχήν τινα [*](¹ οὐδ᾿ conj. W.; οὔθ᾿ Ald. ² Reference not discoverable.) [*](3 ἀπάπην conj. W.; ἀφάκην UMAld. cf. 7. 7. 1 n.) [*](4 κρόκος conj. Sch. (adding ὁ); ἦρος U (corrected); κρος M; om. Ald.; τὸ κρόκον mBas.) [*](5 καὶ θερινὰ seems to have dropped out.) [*](6 διὰ τὸ κατὰ μέρος ἀνθεῖν conj. W.; καὶ τῶν κατὰ μέρος ἀνθέων Ald.)