Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὁμοίως δὲ καὶ ὅσα ἄλλα τοιαύτας μὲν ἰδέας ἔχει τοὺς δὲ χυλοὺς ἐδωδίμους ἢ ὠμοὺς ἢ ἑφθούς· ἔνια γὰρ δεῖται πυρώσεως, ὥσπερ μαλάχη καὶ τευτλὶς καὶ τὸ λάπαθον καὶ ἡ ἀκαλύφη καὶ τὸ παρθένιον· τὸν δὲ στρύχνον καὶ ὠμὸν ἐσθίουσιν, ὃν καὶ εὐκήπευτόν τινες πρότερον --- καὶ ἕτερα δὲ πλείω τούτων, ἐν οἷς καὶ ὁ παροιμιαζόμενός ἐστι διὰ πικρότητα κόρχορος ἔχων τὸ φύλλον ὠκιμῶδες. πάντα δὲ τὰ μὲν ἐπέτεια τὰ δὲ ἐπετειόκαυλα τυγχάνει· τὰ μὲν γὰρ ἐξαυαίνονται τῶν δὲ διαμένουσιν εἰς πλείω χρόνον αἱ ῥίζαι· σχεδὸν δὲ οὐκ ἐλάττω τὰ τοιαῦτά ἐστι.

Φύεται δὲ τὰ μὲν καὶ ἀπὸ τῶν ῥιζῶν καὶ ἀπὸ τῶν σπερμάτων, τὰ δὲ ἕτερα μόνον ἀπὸ σπέρματος, [*](¹ καλεῖται conj. Sch.; ταῦτα Ald.) [*](² ἔνθρυσκον: Sch. conjectured ἔνθρυσκος, form corrected by L.Dindorf; ἐνουσικόν Ald.G. cf. Plin. 22. 81.) [*](³ Plin. 27. 142; Diosc. 2. 138.) [*](4 κάλυξ: cf. 8. 2. 4; 8. 4. 3.) [*](5 πάππον conj. W.; παγητὸν U MAld.; πώγωνα H. cf. Diosc. l. c., where Saracenus corrects καρπὸς to πάππος.) [*](6 τοιαύτας (sc. herbaceous) PmBas.; τοιαῦτα τὰς Ald.; τὰς αὐτὰς conj. W.)

106
εἰ μή τι καὶ αὐτόματον. ἡ δὲ βλάστησις καὶ τούτων καὶ τῶν ἄλλων τῶν μὲν ἅμα τοῖς πρώτοις ὑετοῖς ἐστι μετ᾿ ἰσημερίαν, οἷον ἀπάπης καὶ τοῦ κύνωπος καὶ ἣν καλοῦσί τινες βούπρηστιν, τῶν δὲ μετὰ Πλειάδα, καθάπερ καὶ κιχορίου καὶ σχεδὸν τῶν ἄλλων τῶν κιχοριωδῶν. καὶ τὰ μὲν εὐθὺς ἅμα τῇ βλαστήσει τὸ ἄνθος ἀφίησι, καθάπερ ἡ ἀφία, τὰ δὲ ὕστερον οὐ πολλῷ, καθάπερ ἡ ἀνεμώνη, τὰ δὲ ἅμα τῷ ἦρι καὶ ἐκκαυλεῖ καὶ ἀνθεῖ, καθάπερ τὸ κιχόριον καὶ τὰ κιχοριώδη καὶ τῶν ἀκανθικῶν ὅσα λαχανώδη.

Διαφορὰ δὲ τῶν ἀνθῶν πολλή, περὶ ἧς ἐν τοῖς πρότερον εἴρηται· σχεδὸν γάρ ἐστι κοινὸν ἁπάντων· ἔνια δὲ καὶ ὅλως ἀνανθῆ, καθάπερ καὶ τὸ ἐπίπετρον. συμβαίνει δὲ τοῖς ἅμα τῷ καυλῷ τὸ ἄνθος ἀφιεῖσι ταχεῖαν εἶναι τὴν ἀπάνθησιν· πλὴν ἡ μὲν ἀπάπη γηράσαντος τοῦ πρώτου πάλιν ἄλλο καὶ ἄλλο παραφύει, καὶ τοῦτο ποιεῖ παρ᾿ ὅλον τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους. πολὺν δὲ χρόνον καὶ ὁ ἠριγέρων. τὰ δὲ ἄλλα οὐ ποιεῖ τοῦτο, καθάπερ οὐδὲ ὁ κρόκος οὔτε ὁ εὔοσμος οὔθ᾿ ὁ λευκὸς οὐθ᾿ ὁ ἀκανθώδης· οὗτοι δὲ ἄοσμοι.