Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Μεταφυτευόμενα δὲ πάντα καλλίω καὶ μείζω γίνεται· καὶ γὰρ τὰ τῶν πράσων μεγέθη καὶ τὰ τῶν ῥαφανίδων ἐκ μεταφυτείας. μάλιστα δὲ μεταφ υτεύουσι πρὸς τοὺς σπερματισμούς· καὶ τὰ μὲν ἄλλα ὑπομένει, οἶον γήθυον πράσον τὰ ῥάφανος σίκυος σέλινον γογγυλὶς θρῖδαξ, δὲ γλίσχρως. ἅπαντα δ᾿ εὐαυξέστερα καὶ μείζω πηγνυμένων τῶν σπερμάτων ἢ σπειρομένων.

Θηρία δὲ γίνεται ταῖς μὲν ῥαφανῖσι ψύλλαι, τῇ δὲ ῥαφάνῳ κάμπαι καὶ σκώληκες, καὶ ἐν τῇ θριδακίνῃ καὶ ἐν τοῖς πράσοις καὶ ἐν ἄλλοις δὲ πλείοσιν αἱ πρασοκουρίδες. ταύτας μὲν οὖν ἡ κράστις ἀθροισθεῖσα ἀπόλλυσι καὶ ὅταν κόπρος [*](1 γινόμενα τὰ γόνιμα H.; γινόμενα γόνιμα UMAld.; ? τὰ τὰ γόνιμα. Either γινόμενα or γόνιμα seems to be due to ditto- graphy. For γόνιμα cf. C. P. 1. 15. 1 : τὰς γονίμους ἀρχάς.) [*](² καθέψηται conj. Sch. after Plin. l.c.; καθάψηται P2Ald.) [*](³ ἔχῃ κόπρον conj. Dalec.; μὴ ἔχῃ κ. Ald.; μετέχη κόπρου conj. W. cf. 7. 5. 1, κύλωσιν; C. P. 3. 9. 2.) [*](4 Plin. 19. 183.)

96
ἀθρόα που καταλάβῃ· φιλόκοπρον δ᾿ ἂν τὸ θηρίον ἀναδύεται καὶ ἐνδῦσα κοιμάται ἐν τῇ κόπρῳ, δι᾿ ὃ δὴ ῥᾴδιον θηρεύειν· ἄλλως δ᾿ οὐκ ἔστι. Ταῖς δὲ ῥαφανῖσι πρὸς τὰς ψύλλας πρόσφορον τὸ ἐπισπείρειν ὀρόβους. Προὸς δὲ τὸ μὴ γίνεσθαι ψύλλας οὔ φασιν εἶναι φάρμακον οὐδέν. ὑπὸ δὲ τὸ ἄστρον ὤκιμον μὲν λευκαίνεται κορίαννον δὲ ἁλμᾷ. τὰ μὲν οὖν συμβαίνοντα διὰ τούτων θεωρητέον.

Τῶν δὲ σπερμάτων τὰ μέν ἐστιν ἰσχυρότερα τὰ δὲ ἀσθενέστερα πρὸς διαμονήν· ἰσχυρότερα μὲν οἷον κορίαννον τεύτλιον πράσον κάρδαμον νᾶπυ εὔζωμον θύμβρα, ἁπλῶς τὰ δριμέα. πάντα· ἀσθενέστερα δὲ γήθυον, τοῦτο γὰρ οὐκ ἐθέλει μένειν, ἀδράφαξυς ὤκιμον κολοκύντη σίκυος, ἁπλῶς τὰ θερινὰ τῶν χειμερινῶν μᾶλλον. Διαμένει δὲ οὐδὲν πλέον τεττάρων ἐτῶν ὥστε ἔτι χρήσιμον εἶναι πρὸς τοὺς σπόρους· ἀλλὰ διένα μὲν βελτίω, τὰ δὲ τριένα οὐδὲν χείρω, τὸ δ᾿ ὑπερτεῖνον ἤδη χεῖρον.