Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

III. Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον, τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶτ᾿ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι᾿ ὃ καὶ πολυχρόνιον [*](¹ After ἀνήθου Ald. H. have καὶ λαπάθου: bracketed by W. after Sch.) [*](² ἀποφυάδας conj. Scat.; ἀποφυλλάδας Ald.) [*](3 ταῦτα conj. Sch.; τὰ τοιαῦτα UM; τοιαῦτα Ald.) [*](⁴ Athen. 2. 79. Sch suggests that the name of a plant has dropped out after ὥσπερ: ? ἡ ἀνδράχνη. )

76
ἐν τῷ ἀνθεῖν, καθάπερ κύαμος καὶ τῆς πόας τὸ ἡλιοτρόπιον καλούμενον καὶ ἄλλα δὲ τῶν ἀγρίων. ἀνθεῖ δὲ καὶ ὁ σίκυος πολὺν χρόνον· καὶ γὰρ ἐπιβλαστάνειν τούτῳ γε συμβαίνει. τὰ δὲ ἄνθη τῶν μὲν ἔκλευκα τῶν δὲ μηλινοειδῆ τῶν δὲ μικρὸν ἐπιπορφυρίζοντα, εὔχρουν δ᾿ οὐθέν.

Τὰ δὲ σπέρματα διαφέρει καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ πλεῖστα στρογγύλα τὰ δὲ προμήκη τὰ δ᾿ αὖ πλατέα καὶ φυλλώδη, καθάπερ τὰ τῆς ἀδραφάξυος· ὅμοιον γὰρ τῷ τοῦ σιλφίου· τὰ δὲ στενὰ καὶ γραμμώδη, καθάπερ τοῦ κυμίνου. καὶ τοῖς χρώμασιν ὁμοίως, τὰ μὲν μέλανα τὰ δὲ ξυλώδη τὰ δὲ λευκότερα. πάντα δὴ ἐλλοβοσπέρματα ἢ γυμνοσπέρματα ἢ ἐμφλοιοσπέρματα ἢ παπποσπέρματα· ῥαφανὶς μὲν γὰρ καὶ νᾶπυ καὶ γογγυλὶς ἐλλοβοσπέρματα, κορίαννον δὲ καὶ μάραθον καὶ ἄνηθον καὶ κύμινον γυμνοσπέρματα, βλίτον δὲ καὶ τεύτλιον καὶ ἀδράφαξυς καὶ ὤκιμον ἐμφλοιοσπέρματα, θριδακίνη δὲ παπποσπέρματον.

Πάντα δὲ πολύκαρπα καὶ πολυβλαστῆ, πολυκαρπότατον δὲ τὸ κύμινον. ἴδιον δὲ καὶ ὃ λέγουσι κατὰ τούτου· φασὶ γὰρ δεῖν καταρᾶσθαί τε καὶ βλασφημεῖν σπείροντας, εἰ μέλλει καλὸν ἔσεσθαι καὶ πολύ.

Δυσξήραντα δὲ πάντα μὲν ὡς εἰπεῖν πλὴν τοῦ κυμίνου, οὐχ ὡς ὁ σῖτος· οὗτος γὰρ κἂν ἅπαξ [*](¹ For the collective sense of πόα (= τὰ ποώδη) cf 1. 3. 1.) [*](² πολὺν χρόνον conj. W., which at least gives the required sense; καλούμενος Ald.) [*](3 μηλινοειδὲς: cf. 6 2. 8. ?‘orange.’ 5 Plin. 19. 119.)

78
ἀδρυνθῇ ταχὺ ξηραίνεται καὶ ἀποπίπτει· δυσξηραντότερα δὲ τὰ ἐμφλοιοσπέρματα καὶ τούτων μάλιστα τὸ ὤκιμον. ἅπαντα δὲ ξηρανθέντα πολυκαρπότερα γίνεται, δι᾿ ὃ καὶ προαφαιροῦντες αὐτὰ ξηραίνουσιν. ἅπόντα δὲ πολύχοα καὶ πολυσπέρματα, πολυκαρπότατον δὲ τὸ ὤκιμον.

Ἔστι δὲ τὰ μὲν ἀκρόκαρπα, καθάπερ ὤκιμον πράσον κρόμυον· τὰ δὲ πλαγιόκαρπα μᾶλλον, οἷον ῥαφανὶς γογγυλὶς καὶ τὰ τοιαῦτα· τὰ δ᾿ ἀμφοτέρως, οἷον βλίτον ἀδράφαξυς· ἀμφότερα γὰρ ταῦτα καὶ ἐκ τοῦ πλαγίου, καὶ τό γε βλίτον εὐθὺς παῤ ἕκαστον ὄζον προσκαθήμενον ἔχει τὸ σπέρμα βοτρυῶδες. τὰ δ᾿ ἐκ παλαιοτέρων σπερμάτων θᾶττον ἐκκαυλεῖ, τάχιστα δὲ τὰ ἐκ τῶν ἀκμαζόντων· ἔστι γάρ τις ἀκμὴ καὶ τούτων. ἀνὰ λόγον δὲ καὶ τὸ κάλλος ἀκολουθεῖ τῶν --- ἐὰν τὰ ἄλλα τὴν αὐτὴν ἔχωσι θεραπείαν.

Δοκεῖ δὲ καὶ εἰς τὸ αὐτὸ ἀθρόα θεμένων καλλίω γίνεσθαι καὶ βλαστάνειν· οὕτω γὰρ τὸ τοῦ πράσου καὶ τὸ τοῦ σελίνου τιθέασιν ἀποδήσαντες εἰς ὀθόνιον καὶ γίνονται μεγάλα.

Συμβάλλεται δέ τι καὶ ὁ τόπος πρὸς αὔξησιν· κελεύουσι γοῦν, ὅταν τις μεταφυτεύῃ τὰ σέλινα, πάτταλον κατακρούειν ἡλίκον ἂν βούληται ποιεῖν τὸ σέλινον· τιθέναι δὲ καὶ ἐν ὀθονίῳ πάτταλον κατακρούσαντα καὶ πλήσαντα κόπρου καὶ γῆς.

[*](¹μάλιστα. . . δι᾿ missing in UMAld.Bas.; text as restored by Sch. from Cam., G and Plin. l.c.)[*](2 τό γε βλίτων conj. W.; τό γε πλεῖστον U; τό τε πλεῖστον Ald.)[*](3 ἐκκαυλεῖ: cf. 7. 1. 7: 7. 4. 3, and esp. C.P. 4. 3. 5.)[*](4 After ἀκολουθεῖ τῶν follows a lacuna of one and a half lines)
80

Ἔνια δὲ καὶ τοῖς σχήμασιν ἐξομοιοῦται καὶ τοῖς τόποις· ἡ γὰρ σικύα ὁμοιοσχήμων γίνεται ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ.

Καὶ διαφορὰν λαμβάνει κατὰ τοὺς χυμοὺς ἔνια προθεραπευθέντα τῶν σπερμάτων, οἷον τὸ τοῦ σικύου ἐὰν ἐν γάλακτι βρέξαντες σπείρωσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως οἰκειότερα τῆς θεραπείας.

IV, Γένη δὲ τῶν μέν ἐστι πλείω τῶν δ᾿ οὐκ ἔστιν, οἷον ὠκίμου λαπάθου βλίτου καρδάμου εὐζώμου ἀδραφάξυος κοριάννου ἀνήθου πηγάνου· τούτων γὰρ οὔ φασιν εἶναι γένους διαφοράν. τῶν δὲ ἔστι, ῥαφανῖδος ῥαφάνου τευτλίου σικύου κολοκύντης κυμίνου σκορόδου θριδακίνης. διαιροῦσι δὲ τοῖς τε φύλλοις καὶ ταῖς ῥίζαις καὶ τοῖς χρώμασι καὶ τοῖς χυλοῖς καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις.

Οἷον τῆς ῥαφανῖδος γένη Κορινθίαν Κλεωναίαν" Λειοθασίαν. ἀμωρέαν Βοιωτίαν· εὐαυξεστάτην δὲ τὴν Κορινθίαν, ἣ καὶ τὴν ῥίζαν ἔχει γυμνήν· ὠθεῖται γὰρ εἰς τὸ ἄνω καὶ οὐχ ὡς αἱ ἄλλαι κάτω. τὴν δὲ Λειοθασίαν, ἣν ἔνιοι καλοῦσι Θρᾳκίαν. [*](1 καὶ τοῖς τόποις Ald; κατὰ τοὺς τόπους conj W. cf. C.P. 5. 6. 7.) [*](2 ἀγγείῳ . . . λαμβάνει om. UMPAld.; διαφορὰν δὲ καὶ Cam.; τόπῳ· διαφέρειν δὲ καὶ H.; ἀγγείῳ conj. W. from C.P. 5. 6. 7; καὶ διαφορὰν conj. Sch. cf. Geop. 12. 19. 6.) [*](3 cf. 7. 1. 6: Geop. 12. 20. 3.) [*](After εἶναι there is a lacuna in UMAld.; Cam. supplies γένους διαφοράν· τῶν δὲ ἀνάπαλιν πλείω γένη; H. has πλείω γένη)

82
ἰσχυροτάτην πρὸς τοὺς χειμῶνας. τὴν δὲ Βοι ωτίαν γλυκυτάτην καὶ τῷ σχήματι στρογγύλην, οὐχ ὥσπερ τὴν Κλεωναίαν μακράν. ὅσων δ᾿ ἂν ᾖ λεῖα τὰ φύλλα, γλυκύτεραι καὶ ἡδίους, ὅσων δ᾿ ἂν τραχέα, δριμύτεραι. γένος δέ τι παρὰ ταῦτα ἔστιν ὃ ἔχει τὸ φύλλον εὐζώμῳ ὅμοιον. ῥαφανῖδος μὲν οὖν ταῦτα.

Γογγυλίδος δὲ οἱ μέν φασιν εἶναι οἱ δ᾿ οὔ φασιν, ἀλλὰ τῷ ἄρρενι καὶ τῇ θηλείᾳ διαφέρειν. γίνεσθαι δὲ ἐκ τοῦ αὐτοῦ σπέρματος ἄμφω. πρὸς δὲ τὸ ἀποθηλύνεσθαι πηγνύναι δεῖν μανάς· ἐὰν γὰρ πυκνάς, πάσας ἀπαρρενοῦσθαι, τὸν αὐτὸν δὲ τρόπον κἂν ἐν γῇ μοχθηρᾷ σπαρῶσι· δι᾿ ὃ καὶ πρὸς σπερματισμὸν μεταφέροντες φυτεύουσι τὰς ἐκφύσεις καὶ πλατείας. ἔστι δὲ καὶ τὸ σπέρμα τῇ ὄψει τὸ χεῖρον καὶ βέλτιον φανερόν· τῆς μὲν γὰρ χρηστῆς λεπτὸν τῆς δὲ μοχθηρᾶς ἁδρόν. χειμαζομένη δὲ χαίρει καὶ αὕτη καὶ ἡ ῥαφανίς· οἴονται γὰρ ἅμα γλυκαίνεσθαί τε καὶ τὴν αὔξησιν εἰς τὴν ῥίζαν τρέπεσθαι καὶ οὐκ εἰς τὰ φύλλα. τοῖς δὲ νοτίοις καὶ ταῖς εὐδίαις ἐκκαυλεῖ ταχύ. τοῦτο μὲν οὖν λόγου δεῖται τῆς ὁμοιώσεως ἐν ἀμφοῖν εἶναι τὰς διαφοράς.

[*](¹ Diosc. 2. 112 mentions a kind called by the Romans ἀρμοράκιον. Plin. 19. 82 has armoracia and says that this was called armon in Pontus; Sch. suggests that the latter name may have given rise to both armoracia and ἀμωρέα.)[*](² Plin. 18. 129. cf. 19. 75; Athen. 9. 7.)[*](3 πηγνύναι. The verb is used of planting seeds singly; cf. 6. 6. 9: 7. 1. 2; 7. 5. 3.)
84

Τῆς δὲ ῥαφάνου τριχῆ διαιρουμένης, οὐλοφύλλου τε καὶ λειοφύλλου καὶ τρίτης τῆς ἀγρίας, ἡ ἀγρία τὸ μὲν φύλλον ἔχει λεῖον μικρὸν δὲ καὶ περιφερές, πολύκλαδος καὶ πολύφυλλος, ἔτι δὲ χυλὸν ἔχουσα δριμὺν καὶ φαρμακώδη, δι᾿ ὃ καὶ πρὸς τὰς κοιλίας αὐτῷ χρῶνται οἱ ἰατροί. ὁμοίως δὲ καὶ ἐν ἐκείναις δοκοῦσι διαφοραὶ καθ᾿ ἑκατέραν· ἐπεὶ ἄσπερμόν τι γένος αὐτῶν ἐστιν ἢ κακόσπερμον. τὸ δ᾿ ὅλον ἡ οὔλη τῆς λείας εὐχυλοτέρα καὶ μεγαλοφυλλοτέρα.

Εὐχυλότερον δὲ καὶ τῶν τευτλίων τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον, ὃ καλοῦσί τινες Σικελικόν.

Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ᾿ ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκοκαυλότερον ἔοικεν ἀγρίᾳ.