Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τῶν δὲ κατὰ μέρος ἀνθούντων ἴδιον τὸ περὶ τὸ ἄνθεμον, ὅτι τῶν μὲν ἄλλων πάντων τὰ κάτω πρῶτον ἀπανθεῖ τούτου δὲ τὰ ἄνω· τυγχάνει δ᾿ αὐτοῦ τὸ μὲν κύκλῳ τὸ λευκὸν ἄνθος τὸ δὲ ἐν τῷ μέσῳ τὸ χλωρόν· καὶ καρπὸς ὃς ἐκπίπτει, καθάπερ τοῖς ἀκανθώδεσι, καταλιπὼν τὴν πρόσφυσιν κενήν· εἴδη δ᾿ αὐτοῦ πλείω.

Ἴδιον δὲ καὶ τὸ περὶ τὴν ἀπαρίνην, ἣ καὶ τῶν ἱματίων ἀντέχεται διὰ τὴν τραχύτητα καί ἐστι δυσαφαίρετον· ἐν τούτῳ γὰρ ἐγγίνεται τῷ τραχεῖ τὸ ἄνθος οὐ προιὸν οὐδὲ ἐκφαῖνον ἀλλ᾿ ἐν ἑαυτῷ πεττόμενον καὶ σπερμογονοῦν· ὥστε παρόμοιον εἶναι τὸ συμβαῖνον ὥσπερ ἐπὶ τῶν γαλεῶν καὶ ῥινῶν· ἐκεῖνά τε γὰρ ἐν ἑαυτοῖς ὠοτοκήσαντα ζωογονεῖ, καὶ αὕτη τὸ ἄνθος ἐν ἑαυτῇ κατέχουσα καὶ πέττουσα καρποτοκεῖ.

XV. Ὅσα δὲ τὰς ἀνθήσεις λαμβάνουσι ἀκολουθοῦντα τοῖς ἄστροις, οἷον τὸ ἡλιοτρόπιον καλούμενον καὶ ὁ σκόλυμος, ἅμα γὰρ ταῖς τροπαῖς καὶ οὗτος, ἔτι δὲ τὸ χελιδόνιον, καὶ γὰρ τοῦτο ἅμα τῷ χελιδονίᾳ ἀνθεῖ, ταῦτα δὲ δόξειεν ἂν τῇ μὲν φυσικὴν ἔχειν τὴν αἰτίαν τῇ δὲ συμπτωματικήν.

[*](¹ i.e. the white kind. Sch. followed by G adds τὸ καὶ τριχομανὲς καλούμενον after τὸ μὲν λευκὸν above.)