Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XIII. Κατὰ δὲ τὰ φύλλα τοῖς τε μεγέθεσιν καὶ τοῖς σχήμασιν. ὁ μὲν ἀσφόδελος μακρὸν καὶ στενότερον καὶ ὑπόγλισχρον ἔχει τὸ φύλλον, ἡ δὲ σκίλλα πλατὺ καὶ εὐδιαίρετον, τὸ δὲ φάσγανον ὑπό τινων δὲ καλούμενον ξίφος ξιφοειδές, ὅθεν ἔσχε καὶ τοὔνομα, ἡ δὲ ἶρις καλαμωδέστερον· τὸ δὲ τοῦ ἄρου πρὸς τῇ πλατύτητι καὶ ἔγκοιλον καὶ σικυῶδές ἐστιν· ὁ δὲ νάρκισσος στενὸν καὶ πολὺ καὶ λιπαρόν· βολβὸς δὲ καὶ τὰ βολβώδη παντελῶς στενὰ καὶ τοῦ κρόκου δ᾿ ἔτι στενότερον.

Καυλὸν δὲ τὰ μὲν οὐκ ἔχει τὸ ὅλον οὐδ᾿ ἄνθος, ὥσπερ τὸ ἄρον τὸ ἐδώδιμον· τὰ δὲ τὸν τοῦ ἄνθους μόνον, ὥσπερ ὁ νάρκισσος καὶ ὁ κρόκος· ἔνια δὲ ἔχει, καθάπερ ἡ σκίλλα καὶ ὁ βολβὸς καὶ ἡ ἶρις καὶ τὸ ξίφιον· μέγιστον δὲ πάντων ἀσφόδελος· [*](¹ συντιθέντες: sense doubtful. Sch. and W. mark the word as corrupt.) [*](² cf. 9. 20. 3; Plin. 24. 142; Diosc. 2. 166.)

128
ὁ γὰρ ἀνθέρικος μέγιστος· ὁ δὲ τῆς ἴριδος ἐλάττων μὲν σκληρότερος δὲ τὸ δὲ ὅλον ἀνθερικώδης. ἔστι δὲ καὶ πολύκαρπος ὁ ἀσφόδελος, καὶ ὁ καρπὸς αὐτοῦ ξυλώδης τῇ μὲν μορφῇ τρίγωνος τῷ δὲ χρώματι μέλας· γίνεται δὲ ἐν τῷ στρογγύλῳ τῷ ὑποκάτω τοῦ ἄνθους, ἐκπίπτει δὲ τοῦ θέρους, ὅταν τοῦτο διαχάνῃ.

τὴν ἄνθησιν ποιεῖται κατὰ μέρος, ὥσπερ καὶ ἐπὶ τῆς σκίλλης, ἄρχεται δὲ πρῶτον ἀπὸ τῶν κάτωθεν. ἐν δὲ τῷ ἀνθερίκῳ συνίσταται σκώληξ, ὃς εἰς ἄλλο μεταβάλλει ζῶον ἀνθρηνοειδές, εἶθ᾿ ὅταν ὁ ἀνθέρικος αὐανθῇ διεσθίον ἐκπέταται. δοκεῖ δὲ ἴδιον ἔχειν πρὸς τὰ ἄλλα τὰ λειόκαυλα, διότι στενὸς ὢν ἀποφύσεις ἄνωθεν ἔχει. πολλὰ δὲ εἰς τροφὴν παρέχεται χρήσιμα· καὶ γὰρ ὁ ἀνθέρικος ἐδώδιμος σταθευόμενος καὶ τὸ σπέρμα φρυγόμενον καὶ πάντων δὲ μάλιστα ἡ ῥίζα κοπτομένη μετὰ σύκου καὶ πλείστην ὄνησιν ἔχει καθ᾿ Ἡσίοδον.