Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XI. Ἀφωρισμένων οὖν τούτων περὶ τἀς διαφορὰς ἐν οἷς γίνονται καὶ πῶς λεκτέον ἤδη τὰς καθ᾿ ἕκαστον ἱστορίας --- ὅσα μὴ κατὰ τὴν [*](¹ i. e. to fix the date of the beginning and end of the cycle of the plant’s life.) [*](2 αὐτοῦ τούτου: ? the plant itself. αὐτοῦ τοῦ ἔτους conj. Sch.) [*](3 i. e. according as the seed ripened last year or this year. In this rather obscure section I follow W. ’s explanations.) [*](4 Plin. 21. 100.)

120
ἰδίαν ἑκάστου φύσιν. λέγω δὲ οἷον τὰ σταχυώδη καὶ τὰ σκανδικώδη καὶ μονοφυῆ, κὰν εἴ τι ἕτερόν ἐστι τοιοῦτον κοινὸν ἐπὶ πάντων λαβεῖν, ὁ τῇ αἰσθήσει γνώριμον ἢ φύλλοις ἢ ἄνθεσιν ἢ ῥίζαις ἢ καρποῖς· ἐκ γὰρ τῶν φανερῶν ὁ μερισμὸς ὥσπερ καὶ ἐκ τῶν ῥιζῶν.

Σταχυώδη μὲν οὖν ἐστιν ὅ τε κύνωψ ὑπό τινων καλούμενος πλείους ἔχων ἰδέας ἐν ἑαυτῷ· καὶ ὁ ἀλωπέκουρος καὶ ὁ στελέφουρος ὑπ᾿ ἐνίων δὲ ἀρνόγλωσσον τῶν δὲ ὄρτυξ καλούμενος· παρόμοιον δὲ τούτῳ τρόπον τινὰ καὶ ἡ θρυαλλίς. ἀπλᾶ δὲ καὶ μονοειδῆ τρόπον τινὰ ταῦτα καὶ στάχυν οὐκ ὀξὺν οὐδ᾿ ἀθερώδη ἔχοντα· ὁ δ ἀλωπέκουρος μαλακὸν καὶ χνοωδέστερον, ὅτι καὶ ὅμοιον ταῖς τῶν ἀλωπέκων οὐραῖς, ὅθεν καὶ τοὔνομα μετείληφεν. ὅμοιος δὲ τούτῳ καὶ ὁ στελέφουρος, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀνθεῖ κατὰ μέρος ἀλλὰ δι᾿ ὅλου τοῦ στάχυος ὥσπερ ὁ πυρός. ἡ δὲ ἄνθησις ἀμφοῖν χνοώδης, καθάπερ καὶ τοῦ σίτου· παρόμοιον δὲ τῇ ὅλῃ μορφῇ τῷ πυρῷ πλὴν πλατυφυλλότερον. ὡσαύτως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ σταχυώδη λεκτέον.

Τὰ δὲ κιχοριώδη πάντα μὲν ἐπετειόφυλλα καὶ ῥιζόφυλλα, βλαστάνει δὲ μετὰ Πλειάδα πλὴν τῆς ἀπάπης, τοῖς δὲ καυλοῖς καὶ ταῖς ῥίζαις [*](¹ i.e. spicate.) [*](² σκανδικώδη: i.e. umbellate. One would expect κιχοριώδη. to correspond with § 3; but the three classes mentioned seem to be merely ‘samples’ of classification: of the three only one (τὰ σταχυώδη) is described below, and other classes are added.) [*](3 μονοφυῆ I conj.: i.e. those which have a scape: cf. 2. 6. 9; C.P. 1. 1. 3. μυόφαα U; μυοφῶα MAld.; om. G.)

122
μεγάλας ἔχουσι διαφοράς· οἱ μὲν γὰρ τῶν ἄλλων ἁπλούστεροι καὶ ἐλάττους, ὁ δὲ τοῦ κιχορίου μέγας καὶ ἀποφύσεις ἔχων πολλάς, ἔτι δὲ γλίσχρος καὶ δυσδιαίρετος, δι᾿ ὃ καὶ δεσμῷ χρῶνται· παραβλαστητικὸν δὲ καὶ τῇ ῥίζῃ καὶ ἄλλως μακκρόρριζον, δι᾿ ὃ καὶ δυσώλεθρον· ὅταν γὰρ ἐκλαχανίσωνται, πάλιν τὸ ὑπόλοιπον ἀρχὴν λαμβάνει γενέσεως. συμβαίνει δὲ καὶ παρανθεῖν αὐτοῦ μέρος ἄλλο καὶ ἄλλο, καὶ τοῦτο ἄχρι τοῦ μετοπώρου, σκληροῦ δοκοῦντος εἶναι τοῦ καυλοῦ. φέρει δὲ καὶ λοβὸν ἐν ᾧ τὸ σπέρμα περὶ τὶ ἄκρα τῶν καυλῶν.

Ἡ δὲ ὑποχοιρὶς λειοτέρα καὶ ἡμερωτέρα τῇ προσάψει καὶ γλυκυτέρα καὶ οὐχ ὥσπερ ἡ χόνδρυλλα· τὸ γάρ ὅλον οὐκ ἐδώδιμος αὕτη καὶ ἄβρωτος καὶ ἐν τῇ ῥίζῃ δριμὺν ὀπὸν ἔχει καὶ πολύν.

Ἄβρωτος δὲ καὶ πικρὰ ἡ ἀπάπη· πρωϊανθὴς δὲ καὶ ταχὺ γηράσκει καὶ ἀποπαπποῦται, εἶτ᾿ ἄλλο φύεται πάλιν καὶ ἄλλο καὶ τοῦτο παρ᾿ ὅλον ποιεῖ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους· τὸ δ᾿ ἄνθος μηλινοειδές.

Ὡσαύτως δὲ καὶ ἡ πικρίς· καὶ γὰρ αὕτη τῷ ἦρι ἀνθεῖ, καὶ παραπλησία δι᾿ ὅλου τοῦ χειμῶνος καὶ τοῦ θέρους παρανθεῖ· τῇ γεύσει δὲ πικρά, δι᾿ ὃ καὶ τοὔνομα εἴληφε. ταῦτα μὲν οὖν ἐν ταύταις [*](¹ ἐλάττους conj. Scal.; θάττους UMAld.) [*](² Plin. 21. 88. ³ τὸ conj. Sch.; τὴν Ald.) [*](4 Meaning not obvious; σκληροῦ is perhaps corrupt.) [*](5 ὑποχοιρὶς conj. Scal.; ὑποχώρησις UMAld. cf. 7. 7. 1 n.) [*](6 οὐχ ὥσπερ: an adjective has perhaps dropped out between these words; ? πικρὰ (amara Plin. l.c.).)

124
ταῖς διαφοραῖς. πειρατέον δέ, ὡς ἐλέχθη, καὶ τῶν ἄλλων λαμβάνειν ὁμοίως.

XII. Πολὺ δέ τι γένος ἐστὶ καὶ τῶν σαρκορρίζων ἢ κεφαλορρίζων, ἃ καὶ πρὸς τὰ ἄλλα καὶ καθ᾿ αὑτὰ τὰς διαφορὰς ἔχει ῥίζαις τε καὶ φύλλοις καὶ καυλοῖς καὶ ταῖς ἄλλαις μορφαῖς. τῶν γὰρ ῥιζῶν, ὥσπερ εἴρηται πρότερον, αἱ μὲν λεπυριώδεις αἱ δὲ σαρκώδεις, καὶ αἱ μὲν ἔχουσαι φλοιὸν αἱ δ᾿ ἄφλοιοι, ἔτι δὲ αἱ μὲν στρογγύλαι αἱ δὲ προμήκεις καὶ αἱ μὲν ἐδώδιμοι αἱ δ᾿ ἄβρωτοι. ἐδώδιμοι μὲν γὰρ οὐ μόνον βολβοὶ καὶ τὰ ὅμοια τούτοις, ἀλλὰ καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ ἡ τῆς σκίλλης, πλὴν οὐ πάσης ἀλλὰ τῆς Ἐπιμενιδείου καλουμένης, ἣ ἀπὸ τῆς χρήσεως ἔχει τὴν προσηγορίαν· αὕτη δὲ στενοφυλλοτέρα τε καὶ λειοτέρα τῶν λοιπῶν ἐστιν.