Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἕκαστον δὲ τῶν σπερμάτων, ἐὰν ἁδρυνθέντα ἀποπέσῃ, διαμένει πρὸς τὴν ὥραν τὴν ἑαυτοῦ καὶ οὐ πρότερον ἐκβλαστάνει· καὶ κατὰ λόγον ἐστί· καὶ γὰρ ἐπὶ τῶν ἀγρίων ὁρῶμεν συμβαῖνον, ἐὰν μὴ φθαρῇ. αἱ δὲ τελειώσεις τῶν καρπῶν ἁπάντων γίνονται τοῦ θέρους, πρότερον δὲ καὶ θᾶττον ὡς ἁπλῶς εἰπεῖν τῶν πρότερον σπαρέντων. διαφέρει δὲ καὶ ἡ ὥρα· τὰ γὰρ ἐν ταῖς θερμημερίαις σπαρέντα θᾶττον ἐκκαυλεῖ καὶ ἐκσπερματοῦται, καθάπερ ῥαφανὶς γογγυλίς. ἔνια δὲ οὐκ ἐνιαύσια φέρει τὸν καρπὸν ἀλλὰ δίενα, καθάπερ σέλινον πράσον γήθυον, ἃ καὶ διαμένει χρόνον πλείονα καὶ οὐκ ἔστιν ἐπέτεια· τὰ γὰρ πολλὰ τούτων ἅμα τῇ τελειώσει τῶν σπερμάτων αὐαίνεται.

Πάντα δὲ ὡς εἰπεῖν ὅσα ἐκκαυλεῖ καὶ τελειοῖ τὸν καρπὸν ἀποτελειοῦται κατὰ τὸ σχῆμα τοῦ παραβλαστήσεις ἐκ τῶν καυλῶν ἔχειν ἀκρεμονικάς, πλὴν ὅσα μονόκαυλα, καθάπερ πράσον καὶ γήθυον καὶ κρόμυον καὶ σκόροδον.

Φίλυδρα δὲ καὶ φιλόκοπρα πάντα, μᾶλλον δὲ [*](¹ φυτεύεται αὐτὰ conj. W.; οὐ τὸ UMAld.) [*](² Sc. soaking.)

66
τὰ ἀσθενέστερα καὶ πλείονος ἐπιμελείας δεόμενα, τὰ δὲ καὶ τροφῆς.

II. Φύεται δὲ πάντα ἀπὸ τοῦ σπέρματος, ἔνια δὲ καὶ ἀπὸ παρασπάδος καὶ κλωνὸς καὶ ῥίζης. ἀπὸ μὲν παρασπάδος ἡ ῥάφανος· δεῖ γάρ τι καὶ ῥιζῶδες προσλαβεῖν. ἀπὸ δὲ τῶν βλαστῶν πήγανον ὀρίγανος ὤκιμον· ἀποφυτεύουσι γὰρ καὶ τοῦτο ὅταν σπιθαμιαῖον ἢ μεῖζον γένηται τεμόντες εἰς τὸ ἥμισυ. ἀπὸ ῥίζης δὲ σκόροδον καὶ κρόμυον καὶ βολβὸς καὶ ἄρον καὶ ἁπλῶς τὰ τοιαῦτα τῶν κεφαλορρίζων. φύεται δὲ καὶ εἴ τινων αἱ ῥίζαι διαμένουσιν ἐπὶ πλείονα χρόνον ἐπετειοκαύλων ὄντων. ὅτι δὲ ἀπὸ σπέρματος πάντα βλαστάνει φανερόν· καὶ γὰρ τὸ πήγανον, ὅπερ οὔ φασί τινες. ἀλλὰ βραδέως, δι᾿ ὃ καὶ ἀποφυτεύουσιν.

Ὅσα δὲ ἀπὸ ῥίζης φύεται, τούτων ἡ μὲν ῥίζα χρόνιος αὐτὰ δὲ ἐπετειόκαυλα, δι᾿ ὃ καὶ παραβλαστάνουσιν αἱ ῥίζαι τῶν τοιούτων καὶ γίνονται πλείους οὐ μόνον ἐν τοῖς ἡμέροις καὶ κηπευομένοις ἀλλὰ καὶ ἐν τοῖς ἀγρίοις, ὥσπερ εἴπομεν, οἷον βολβοῖς γηθύοις σκίλλαις καὶ τοῖς ἄλλοις. παραβλαστάνει δ᾿ ἔνια καὶ τῶν μὴ κεφαλορρίζων χρονιωτέρων δέ, οἷον σέλινον καὶ τεύτλιον· ἀφιᾶσι γὰρ ῥίζας ἀφ᾿ ὧν φύονται φύλλα καὶ καυλοί. [*](¹ Plin. 19. 121. cf. C.P. 1. 4. 2.) [*](3 δεῖ γάρ τι UP,: ἀεὶ γάρ τι Ald.H G. Set. suggests δὲ for γὰρ, missing the sense.) [*](4 βλαστῶν corresponds to κλωνὸς above.)

68
παραβλαστάνει δὲ καὶ γήθυον καὶ πράσον καὶ παραφύει κάτωθεν οἷον βολβώδη τινα κεφαλήν, ἐξ ἧς ἡ βλάστησις γίνεται τῶν φύλλων, αὐανθέντος δὲ τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἀφαιρεθέντος· ἀλλὰ διὰ τὸ μὴ χρησίμας εἶναι τὰς τούτων κεφαλὶς οὐ συλλέγουσιν εἰς ξηρασίαν, δι᾿ ὃ καὶ οὐ φυτεύουσι.

τάχα δὲ ταῦτα καὶ ὁμογενῆ καὶ σύνεγγύς πως τῇ τοῦ κρομύου φύσει, δι᾿ ὃ καὶ οὐ θαυμαστόν. ἀλλ᾿ ὁμοίως καὶ ἐπὶ πάντων καὶ ἡμέρων καὶ ἀγρίων, ὅσα χρονιώτερα μέν ἐστιν ἐπετειόκαυλα δέ, τούτων καὶ αἱ ῥίζαι ἐπιβλαστάνουσιν, ὥσπερ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ τῶν θαμνωδῶν· ἀλλ᾿ ἐπὶ τῶν κρομύων καὶ σκορόδων καὶ βολβῶν καὶ ὥσπερ ἀριθμός τις γίνεται τούτων. ἡ δὴ γένεσις, ὥσπερ εἴρηται. τριχῶς ἐστιν, ἀπὸ σπέρματος μὲν πάντων, ἀπὸ δὲ καυλοῦ καὶ ῥίζης τῶν εἰρημένων.

Τῶν δὲ καυλῶν κολουσθέντων πάντα μὲν ὡς εἰπεῖν βλαστάνει πλὴν τῶν ἀποκαύλων, ἐμφανέστατα δ᾿ ὥσπερ καὶ εἰς χρείαν ὤκιμον θρῖδαξ ῥάφανος. καὶ τῆς μὲν θρίδακος ἡδίους φασὶ τοὺς παλιμβλαστεῖς εἶναι καυλούς· τὸν γὰρ πρῶτον ὀπώδη καὶ πικρὸν εἶναι ὡς ἄπεπτον· οἱ δὲ τὸ ἐναντίον ὀπωδεστέρους τούτους ἀλλ᾿ ἕως ἂν ὦσιν ἁπαλοὶ φαίνεσθαι γλυκυτέρους. ἀλλ᾿ ἐπὶ τῆς [*](¹ πράσον conj. St.; πράσιον Ald.H.) [*](² διὰ τὸ μὴ conj. W.; μὴ διὰ τὸ UM(?)Ald.) [*](³ i.e. offset bulbs.) [*](4 W. omits μὲν (Ald. UM(?)) after συλλέγουσι.) [*](5 i.e. the plant is increased by seed only and not by offsets. cf. 7. 4. 10: Plin. 19. 103.) [*](6 ὁμοίως conj. Sch.: ὅμως PAld.H.(UM ?).) [*](7 ἐπετειόκαυλα conj. Sch.; ἐπιγειότερα PAld.H.)

70
ῥαφάνου τοῦτο ὁμολογούμενον, ὡς εἰ πάλιν βλαστήσειεν ἡδίων ἀφαιρεθέντων γε τῶν φύλλων πρὸ τοῦ διακαυλίσαι.