Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

φύεται μὲν οὖν ἡ ῥοδωνία καὶ ἐκ τοῦ σπέρματος· ἔχει δὲ ὑπὸ τὸ ἄνθος ἐν τῷ μήλῳ κνηκῶδες ἢ ἀκανῶδες, ἔχον δέ τινα χνοῦν ὥστε ἐγγὺς εἶναι τῶν παππωδῶν σπερμάτων· οὐ μὴν ἀλλὰ διὰ τὸ βραδέως παραγίνεσθαι κατακόπτοντες, ὡς ἐλέχθη, τὸν καυλὸν φυτεύουσιν. ἐπικαιομένη δὲ καὶ ἐπιτεμνομένη βέλτιον φέρει τὸ ἄνθος· ἐωμένη γάρ ἐξαύξεται καὶ ἀπολοχμοῦται. δεῖ δὲ καὶ μεταφυτεύειν πολλάκις· καὶ γὰρ οὕτω φασὶ κάλλιον γίνεσθαι τὸ ῥόδον. αἱ δ᾿ ἄγριαι τραχύτεραι καὶ ταῖς ῥάβδοις καὶ τοῖς φύλλοις, ἔτι δὲ ἄνθος ἀχρούστερον ἔχουσι καὶ ἔλαττον.

Τὸ δὲ ἴον τὸ μέλαν τοῦ λευκοῦ διαφέρει κατά τε ἄλλα καὶ κατ᾿ αὐτὴν τὴν ἰωνίαν, ὅτι πλατύφυλλός τε καὶ ἐγγειόφυλλος καὶ σαρκόφυλλός ἐστι, πολλὴν ἔχουσα ῥίζαν.

Τὰ δὲ κρίνα τῇ μὲν χροιᾷ τὴν εἰρημένην ἔχει διαφοράν. μονόκαυλα δέ ἐστιν ὡς ἐπὶ πᾶν, δικαυλεῖ δὲ σπανίως· τάχα δὲ τοῦτο χώρας καὶ ἀέρος διαφορᾶς. καθ᾿ ἕκαστον δὲ καυλὸν ὁτὲ μὲν ἓν κρίνον ὁτὲ δὲ πλείω γίνεται· βλαστάνει γὰρ τὸ ἄκρον· σπανιώτερα δὲ ταῦτα· ῥίζαν δὲ ἔχει πολλὴν σαρκώδη καὶ στρογγύλην· ὁ δὲ καρπὸς [*](¹ διαφερόντως δὲ τοῦ κρόκου conj. Saracenus from Athen. l.c.; διαφερόντως δὴ τοῦ χρόνου Ald. cf Callim. Hymn to Apollo 83, whence it appears that an autumnal crocus (crocus sativus) is meant. See below § 10.) [*](2 ἀκανῶδες conj. Sch. from G, acanaceum; ἀνθῶδες UMAld.) [*](³ παππωδῶν conj. Sch.; πρώτων Ald.) [*](4 Plin. 21. 27.)

42
ἀφαιρούμενος ἐκβλαστάνει καὶ ἀποδίδωσι τὸ κρίνον πλὴν ἔλαττον. ποιεῖ δέ τινα καὶ δακρυώδη συρροήν, ἣν καὶ φυτεύουσιν, ὥσπερ εἴπομεν.

Ὁ δὲ νάρκισσος ἢ τὸ λείριον, οἱ μὲν γὰρ τοῦτο οἱ δ᾿ ἐκεῖνο καλοῦσι, τὸ μὲν ἐπὶ τῇ γῇ φύλλον ἀσφοδελῶδες ἔχει, πλατύτερον δὲ πολύ, καθάπερ ἡ κρινωνία, τὸν δὲ καυλὸν ἄφυλλον μὲν ποώδη δὲ καὶ ἐξ ἄκρου τὸ ἄνθος, καὶ ἐν ὑμένι τινὶ καθάπερ ἐν ἀγγείῳ καρπὸν μέγαν εὖ μάλα καὶ μέλανα τῇ χροιᾷ σχήματι δὲ προμήκη. οὗτος δ᾿ ἐκπίπτων ποιεῖ βλάστησιν αὐτόματον· οὐ μὴν ἀλλὰ καὶ συλλέγοντες πηγνύουσι καὶ τὴν ῥίζαν φυτεύουσιν. ἔχει ῥίζαν σαρκώδη στρογγύλην μεγάλην. ὄψιον δὲ σφόδρα· μετὰ γὰρ Ἀρκτοῦρον ἡ ἄνθησις καὶ περὶ ἰσημερίαν.

Ὁ δὲ κρόκος ποώδης μὲν τῇ φύσει, καθάπερ καὶ ταῦτα, πλὴν φύλλῳ στενῷ, σχεδὸν γὰρ ὥσπερ τριχόφυλλόν ἐστιν· ὀψιανθὲς δὲ σφόδρα καὶ ὀψιβλαστὲς ἢ πρωιανθές, ὁποτέρως τις λαμβάνοι τὴν ὥραν· Πλειάδα γὰρ ἀνθεῖ καὶ ὀλίγας ἡμέρας· εὐθὺς δ᾿ ἅμα τῷ φύλλῳ καὶ τὸ ἄνθος ὠθεῖ· δοκεῖ δὲ καὶ πρότερον· ῥίζα δὲ πολλὴ καὶ σαρκώδης, καὶ τὸ ὅλον εὔζωον· φιλεῖ δὲ καὶ πατεῖσθαι καὶ γίνεται καλλίων κατατριβομένης [*](¹ cf. 2. 2. 1 n., 9. 14: C.P. 1. 4. 4—6. Plin. 21. 26 describes a method of artificially producing crimson lilies from the bulbils of a white lily. cf. Geop. 11. 20.) [*](2 cf. 6. 8. 1 and 3. See Index. cf. 7. 13. 1.) [*](4 ποώδη: cf. 4. 10. 3.)

44
πάτῳ τῆς ῥίζης· δι᾿ ὃ καὶ παρὰ τὰς ὁδοὺς καὶ ἐν τοῖς κροτητοῖς κάλλιστος. ἡ δὲ φυτεία ἀπὸ ῥίζης.

Ταῦτα μὲν οὖν οὕτω γεννᾶται. τὶ δ᾿ ἄλλα ἄνθη τὰ προειρημένα πάντα σπείρεται, οἷον ἰωνία διόσανθος ἴφυον φλὸξ ἡμεροκαλλές· καὶ γὰρ αὐτὰ καὶ αἱ ῥίζαι ξυλώδεις· σπείρεται δὲ καὶ ἡ οἰνάνθη· καὶ γὰρ καὶ τοῦτο ἀνθῶδες. τὰ μὲν οὖν ἀνθικὰ σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ληπτέον.