Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἡ δὲ καλουμένη μαγύδαρις ἕτερόν ἐστι τοῦ σιλφίου μανότερόν τε καὶ ἧττον δριμὺ καὶ τὸν ὀπὸν οὐκ ἔχει· διάδηλος δέ ἐστι καὶ τῇ ὄψει τοῖς ἐμπείροις. γίνεται δὲ περὶ Συρίαν καὶ οὐκ ἐν Κυρήνῃ· φασὶ δὲ καὶ ἐν τῷ Παρνασίῳ ὄρει πολλήν· ἔνιοι δὲ σίλφιον τοῦτο καλοῦσιν. εἰ δὲ φεύγει τὴν ἐργάσιμον ὥσπερ τὸ σίλφιον σκεπτέον, ὡσαύτως δὲ καὶ εἴ τι ὅμοιον ἢ παραπλήσιον ἔχει φύλλου τε πέρι καὶ καυλοῦ, καὶ εἰ ὅλως ἀφίησί τι δάκρυον. τὴν μὲν οὖν ναρθηκώδη καὶ ὅλως τὴν ἀκανθώδη φύσιν ἐν τοῖς τοιούτοις θεωρητέον.

IV. Τῆς δ᾿ ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο εἰπεῖν, ἐπειδὴ διήρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον, [*](¹ cf. Arr. Anab. 3. 28. 6 and 7.) [*](² Artemisia canogirata: Index App. (24).) [*](3 Plin. 19. 46; Diosc. 3. 94; Hesych. s.v.; Photius, Gloss. s.v.; cf. 6. 3. 4 n.)

22
καὶ τρίτου δὴ περὶ τοῦ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντος φύλλον, ὥσπερ ὅ τε φέως καὶ ὁ τρίβολος. καὶ ἡ κάππαρις ἴδιον ἔχει τὸ μὴ μόνον τὴν ἐκ· τῶν καυλῶν ἄκανθαν ἔχειν ἀλλὰ καὶ τὸ φύλλον. ἐπακανθίζον. τῶν δὲ διῃρημένων εἰδῶν πλεῖστον μέν ἐστι τὸ φυλλάκανθον, ἐλάχιστον δὲ ὡς εἰπεῖν τὸ ἀκανθῶδες ὅλως. βραχὺ γάρ τι πάμπαν ἐστίν, ὥσπερ ἐλέχθη, καὶ σχεδὸν οὐ ῥάδιον λαβεῖν παρά τε τὸν ἀσφάραγον καὶ τὸν σκορπίον.

Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ᾿ ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ᾿ οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ᾿ οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προιούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν.

Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς [*](¹ φέως conj. St.; φλέως Ald. cf. 6. 1. 3.) [*](2 cf. 6. 1. 3. Plin. 21. 91; 22. 39.)

24
ἁπλῶς εἰπεῖν ἀκανῶδες τυγχάνει· λέγω δὲ τὸ ἀκανῶδες, ὅτι τὸ κύημα καὶ ἐν ᾧ τὸ ἄνθος ἢ καὶ ὁ καρπὸς ἄκανος ἢ ἀκανῶδες πάντων ἐστί. διαφορὰν δὲ ἔχει ἐν ἑαυτῷ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι καὶ πλήθει καὶ ὀλιγότητι τῶν ἀκανθῶν καὶ τῶν ἄλλων. ἔξω γὰρ ὀλίγων πάνυ, καθάπερ τοῦ στρουθίου τε καὶ τοῦ σόγκου καὶ εἴ τινων ἑτέρων, τὰ λοιπὰ πάντα ὡς εἰπεῖν τοιαύτην ἔχει τὴν φύσιν· ἐπεὶ καὶ ὁ σόγκος τήν γε φύσιν ἀκανθώδη ἔχει, τὸ δὲ σπερματικὸν οὐχ ὅμοιον· ἀλλὰ τά γε τοιαῦτα πάντα οἶον ἄκορνα λευκάκανθα χάλκειος κνῆκος πολυάκανθος ἀτρακτυλὶς ὀνόπυξος ἰξίνη χαμαιλέων· πλὴν οὗτος οὐ φυλλάκανθος, σκόλυμος δέ, ὃς καὶ λειμωνία, φυλλ άκανθος·