Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἄτοπον δ’ ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος, ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ, [*](1 5. 3. 3.) [*](2 τὰ σκληρὰ conj. Sch. from G (?); ταῦτα P, Ald.H.) [*](3 ἔχειν conj. Sch.: ἔχει ἦ Ald.H.) [*](4 ἐλάαν conj. Scal. from G ; λάτην Ald.H.) [*](5 i.e. and this happens less in woods which have little core. δμα (? ═ δμοίως) MSS.; αὐτήν conj. W.)

448
κινεῖ καὶ παραστρέφει· μᾶλλον γὰρ εἰκὸς γυμνωθεῖσαν ἀποθνήσκειν. ὅμως δὲ οἵ γε ἱστοὶ καὶ αἱ κεραῖαι ἐξαιρεθείσης ἀχρεῖοι. τοῦτο δὲ κατὰ συμβεβηκός, ὅτι χιτῶνας ἔχει πλείους, ἰσχυρότατον δὲ καὶ λεπτότατον δὲ τὸν ἔσχατον, ξηρότατον γάρ, καὶ τοὺς ἄλλους ἀνὰ λόγον. ὅταν οὖν σχισθῇ, περιαιρεῖται τὰ ξηρότατα.

εἰ δ’ ἡ μήτρα διὰ τὸ ξηρὸν σκεπτέον. διαστρέφει δὲ ἑλκομένη τὰ ξύλα καὶ ἐν τοῖς σχιστοῖς καὶ πριστοῖς, ὅταν μὴ ὡς δεῖ πρίωσι· δεῖ γὰρ ὀρθὴν τὴν πρίσιν εἶναι καὶ μὴ πλαγίαν. οἶον οὕσης τῆς μήτρας ἐφ’ ἣν τὸ α, μὴ παρὶ τὴν βγ τέμνειν, ἀλλὶ παρὶ τὴν βδ. φθείρεσθαι γαρ οὕτω φασίν, ἐκείνως δὲ ζῆν. ὅτι δὲ πᾶν ξύλον ἔχει μήτραν ἐκ τούτων οἴονται φανερὸν γάρ ἐστι καὶ τὰ μὴ δοκοῦντα πάντ’ ἔχειν, οἶον πύξον λωτὸν πρῖνον. σημεῖον δέ· τοὺς γὰρ στρόφιγγας τῶν θυρῶν τῶν πολυτελῶν ποιοῦσι μὲν ἐκ τούτων, συγγράφονται δὲ οἱ ἀρχιτέκτονες οὕτως μὴ ἐκ μήτρας. ταὐτὸ δὲ τοῦτο σημεῖον καὶ ὅτι πᾶσα μήτρα ἕλκεται, καὶ αἱ τῶν σκληροτάτων, ὰς δή τινες καρδίας καλοῦσι.

παντὸς δὲ [*](1 And so cause no trouble.) [*](2 cf. 5. 1. 6. πλείους conj. Sch. from G; ἄλλους Ald.H.) [*](3 Text probably defective; ? insert ἐξῃρέθη after ξηρὸν.) [*](4 The figure would seem to be)

450
ὡς εἰπεῖν ξύλου σκληροτάτη καὶ μανοτάτη πἡ μήτρα, καὶ αὐτῆς τῆς ἐλάτης· μανοτάτη μὲν οὖν, ὅτι τὰς ἶνας ἔχει καὶ διὰ πολλοῦ καὶ τὸ σαρκῶδες τὸ ἀνὰ μέσον πολύ· σκληροτάτη δέ, ὅτι καὶ αἱ ἶνες σκληρόταται καὶ τὸ σαρκῶδες· δι’ ὃ καὶ οἱ ἀρχιτέκτονες συγγράφονται παραιρεῖν τὶ πρὸς τὴν μήτραν, ὅπως λάβωσι τοῦ ξύλου τὸ πυκνότατον καὶ μαλακώτατον.

Γῶν δὲ ξύλων τὶ μὲν σχιστὰ τὰ δὲ πελεκητὶ τὰ δὲ στρογγύλα· σχιστ μέν, ὅσα διαιροῦντες κατὰ τὸ μέσον πρίζουσι· πελεκητὶ δέ, ὅσων ἀποπελεκῶσι τὰ ἔξω· στρογγύλα δὲ δῆλον ὅτι τὰ ὅλως ἄψαυστα. τούτων δὲ τὰ σχιστὶ μὲν ὅλως ἀρραγῆ διὰ τὸ γυμνωθεῖσαν τὴν μήτραν ξηραίνεσθαι καὶ ἀποθνήσκειν· τὰ δὲ πελεκητὶ καὶ τὰ στρογγύλα ῥήγνυται· μᾶλλον δὲ πολὺ τὰ στρογγύλα διὰ τὸ ἐναπειλῆφθαι τὴν μήτραν· οὐδὲν γἀρ ὅτι τῶν ἁπάντων οὐ ῥήγνυται. τοῖς δὲ λωτίνοις καὶ τοῖς ἄλλοις οἶς εἰς τοὺς στρόφιγγας χρῶνται πρὸς τὸ μὴ ῥήγνυσθαι βόλβιτον περιπλάττουσιν, ὅπως ἀναξηρανθῇ καὶ διαπνευσθῇ κἄτι μικρὸν ἡ ἐκ τῆς μήτρας ὑγρότης. ἡ μὲν οὖν μήτρα τοιαύτην ἔχει δύναμιν.