Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

V. Ἒστι δὲ τὰ μὲν εὕεργα τῶν ξύλων, τὲ δὲ δύσεργα· εὕεργα μὲν τὰ μαλακά, καὶ πάντων [*](1 Plin. 16 221 : cf. 4. 7. 7.) [*](2 Teak. See Index App. (22).) [*](3 Calamander-wood, See Index App. (23).)

446
μαλιστα φίλυρα· δύσεργα δὲ καὶ τὶ σκληρά καὶ τὶ ὀζώδη καὶ οὔλας ἔχοντα συστροφάς· δυσεργότατα δὲ ἀρία καὶ δρῦς, ὡς δὲ κατι μέρος ὁ τῆς πεύκης ὄζος καὶ τῆς ἐλάτης. ἀεὶ δὲ τῶν ὁμογενῶν τὸ μαλακώτερον τοῦ σκληροτέρου κρεῖττον· σαρκωδέστερον γάρ· καὶ εὐθὺ σκοποῦνται τὶς σανίδας οἱ τέκτονες οὕτως. τὰ δὲ μοχθηρὰ σιδήρια δύναται τέμνειν τὰ σκληρὰ μᾶλλον τῶν μαλακῶν· ἀνίησι γὰρ ἐν τοῖς μαλακοῖς, ὥσπερ ἐλέχθη περὶ τῆς φιλύρας, παρακονᾷ δὲ μάλιστα τὰ σκληρά· ὅἰ ὃ καὶ οἱ σκυτοτόμοι ποιοῦνται τοὺς πίνακας ἀχράδος.

Μήτραν δὲ πάντα μὲν ἔχειν φασὶν οἱ τέκτονες φανερὰν δ’ εἶναι μάλιστα ἐν τῇ ἐλάτῃ· φαίνεσθαι γὰρ οἶον φλοιώδη τινὶ τὴν σ ύνθεσιν αὐτῆς τῶν κύκλων. ἐν ἐλάᾳ δὲ καὶ πύξῳ καὶ τοῖς τοιούτοις οὐχ ὁμοίως· ὄἰ ὃ καὶ οὕ φασί τινες ἔχειν τῇ δυνάμει πύξον καὶ ἐλάαν· ἥκιστα γἀρ ἕλκεσθαι ταῦτα τῶν ξύλων. ἔστι δὲ τὸ ἕλκεσθαι τὸ συμπεριίστασθαι κινουμένης τῆς μήτρας. ζῇ γὰρ ὡς ἔοικεν ἐπὶ χρόνον πολύν· δι’ ὃ πανταχόθεν μὲν ἄμα μάλιστα δ’ ἐκ τῶν θυρωμάτων ἐξαιροῦσιν, ὅπως ἀστραβῆ ῇ· καὶ διὶ τοῦτο σχίζουσιν.

Ἄτοπον δ’ ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος, ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ, [*](1 5. 3. 3.) [*](2 τὰ σκληρὰ conj. Sch. from G (?); ταῦτα P, Ald.H.) [*](3 ἔχειν conj. Sch.: ἔχει ἦ Ald.H.) [*](4 ἐλάαν conj. Scal. from G ; λάτην Ald.H.) [*](5 i.e. and this happens less in woods which have little core. δμα (? ═ δμοίως) MSS.; αὐτήν conj. W.)

448
κινεῖ καὶ παραστρέφει· μᾶλλον γὰρ εἰκὸς γυμνωθεῖσαν ἀποθνήσκειν. ὅμως δὲ οἵ γε ἱστοὶ καὶ αἱ κεραῖαι ἐξαιρεθείσης ἀχρεῖοι. τοῦτο δὲ κατὰ συμβεβηκός, ὅτι χιτῶνας ἔχει πλείους, ἰσχυρότατον δὲ καὶ λεπτότατον δὲ τὸν ἔσχατον, ξηρότατον γάρ, καὶ τοὺς ἄλλους ἀνὰ λόγον. ὅταν οὖν σχισθῇ, περιαιρεῖται τὰ ξηρότατα.