Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
καὶ ἔστι ταῦτα εὐίατα· πιττοκοπηθέντα γάρ ὅταν εἰς τὴν θάλατταν ἑλκυσθῇ στέγει· τὰ δὲ ὑπὸ τῶν τερηδόνων ἀνίατα. τῶν δὲ σκωλήκων τῶν ἐν τοῖς ξύλοις οἱ μέν εἰσιν ἐκ τῆς οἰκείας σήψεως, οἱ δ’ ἐντικτόντων ἑτέρων· ἐντίκτει γάρ, ὥσπερ καὶ τοῖς δένδροις, ὁ κεράστης καλούμενος, ὅταν τιτράνῃ καὶ κοιλάνῃ περιστραφεὶς ὡσπερεὶ μυοδόχον. φεύγει δὲ τά τε ὀσμώδη καὶ πικρὶ καὶ σκληρα διὶ τὸ μὴ δύνασθαι τιτρᾶναι, καθάπερ τὴν πύξον.
φασὶ δὲ καὶ τὴν ἐλάτην φλοισθεῖσαν ὑπὸ τὴν βλάστησιν ἀσαπῆ διαμένειν ἐν τῷ ὕδατι· φανερὸν δὲ γενέσθαι ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὅτε αὐτοῖς ἐλιμνώθη τὸ πεδίον φραχθέντος τοῦ βερέθρου· τότε γὰρ τς γεφύρας ποιοῦντες ἐλατίνας καί, ὅταν ἐπαναβαίνῃ τὸ ὕδωρ, ἄλλην καὶ ἄλλην ἐφιστάντες, ὡς ἐρράγη καὶ ἀπῆλθε, πάντα εὑρεθῆναι τὰ ξύλα ἀσαπῆ. τοῦτο μὲν οὖν ἐκ συμπτώματος.
[*](¹ Plin. 16. 220 and 221.)[*](2 τιτραίνεται conj. Scat. from G ; τιτρενεται: U Wo.; πεπαίνεται MVAld. cf 4. 14. 5.)[*](⁴ ὑσπερεὶ μυοδόχον conj. W.: ὑσπερ οἱ μυόχοδοι MSS ; G omits. The word μυοδόχος does not occur elsewhere as a subst.)Ἐν Τύλῳ δὲ τῇ νήσῳ τῇ περὶ τὴν Ἀραβίαν εἶναί τί φασι ξύλον ἐξ οὖ τὰ πλοῖα ναυπηγοῦνται· τοῦτο δὲ ἐν μὲν τῇ θαλάττῃ σχεδὸν ἄσηπτον εἶναι· διαμένει γὰρ ἔτη πλείω ἤ διακόσια καταβυθιζόμενον· ἐἀν δὲ ἔξω, χρόνιον μὲν θᾶττον δὲ σήπεται. (θαυμαστὸν δὲ καὶ ἕτερον λέγουσι, οὐδὲν δὲ πρὸς τὴν σῆψιν. εἶναι γάρ τι δένδρον ἐξ οὗ τὲς βακτηρίας τέμνεσθαι, καὶ γίνεσθαι καλὰς σφόδρα ποικιλίαν τινὶ ἐχούσας ὁμοίαν τῷ τοῦ τίγριος δέρματι· βαρὺ δὲ σφόδρα τὸ ξύλον τοῦτο· ὅταν δέ τις ῥίψῃ πρὸς στερεώτερον τόπον, κατάγνυσθαι καθάπερ τά κεράμια.)
Καὶ τὸ τῆς μυρίκης δὲ ξύλον οὐχ ὥσπερ ἐνταῦθα ἀσθενές, ἀλλ' ἰσχυρὸν ὥσπερ πρίνινον ἤ καὶ ἄλλο τι τῶν ἰσχυρῶν. τοῦτο μὲν οὖν ἄμα μηνύει χώρας τε καὶ ἀέρος διαφορς καὶ δυνάμεις. τῶν δὲ ὁμογενῶν ξύλων, οἶον δρυίνων πευκίιων, ὅταν ταριχεύωνται-ταριχεύουσι γρ οὐκ ἐν ἴσῳ βάθει πάντα δύοντες τῆς θαλάττης, ἀλλὶ τὶ μὲν πρὸς αὐτῇ τῇ γῇ, τὶ δὲ μικρὸν ἀνωτέρω, τὰ δ' ἐν πλείονι βάθει· πάντων δὲ τὶ πρὸς τὴν ῥίζαν θὲττον δύεται καθ’ ἥδατος, κἄν ἐπινῇ μᾶλλο ῥέπει κάτω.
V. Ἒστι δὲ τὰ μὲν εὕεργα τῶν ξύλων, τὲ δὲ δύσεργα· εὕεργα μὲν τὰ μαλακά, καὶ πάντων [*](1 Plin. 16 221 : cf. 4. 7. 7.) [*](2 Teak. See Index App. (22).) [*](3 Calamander-wood, See Index App. (23).)
Μήτραν δὲ πάντα μὲν ἔχειν φασὶν οἱ τέκτονες φανερὰν δ’ εἶναι μάλιστα ἐν τῇ ἐλάτῃ· φαίνεσθαι γὰρ οἶον φλοιώδη τινὶ τὴν σ ύνθεσιν αὐτῆς τῶν κύκλων. ἐν ἐλάᾳ δὲ καὶ πύξῳ καὶ τοῖς τοιούτοις οὐχ ὁμοίως· ὄἰ ὃ καὶ οὕ φασί τινες ἔχειν τῇ δυνάμει πύξον καὶ ἐλάαν· ἥκιστα γἀρ ἕλκεσθαι ταῦτα τῶν ξύλων. ἔστι δὲ τὸ ἕλκεσθαι τὸ συμπεριίστασθαι κινουμένης τῆς μήτρας. ζῇ γὰρ ὡς ἔοικεν ἐπὶ χρόνον πολύν· δι’ ὃ πανταχόθεν μὲν ἄμα μάλιστα δ’ ἐκ τῶν θυρωμάτων ἐξαιροῦσιν, ὅπως ἀστραβῆ ῇ· καὶ διὶ τοῦτο σχίζουσιν.
Ἄτοπον δ’ ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος, ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ, [*](1 5. 3. 3.) [*](2 τὰ σκληρὰ conj. Sch. from G (?); ταῦτα P, Ald.H.) [*](3 ἔχειν conj. Sch.: ἔχει ἦ Ald.H.) [*](4 ἐλάαν conj. Scal. from G ; λάτην Ald.H.) [*](5 i.e. and this happens less in woods which have little core. δμα (? ═ δμοίως) MSS.; αὐτήν conj. W.)
εἰ δ’ ἡ μήτρα διὰ τὸ ξηρὸν σκεπτέον. διαστρέφει δὲ ἑλκομένη τὰ ξύλα καὶ ἐν τοῖς σχιστοῖς καὶ πριστοῖς, ὅταν μὴ ὡς δεῖ πρίωσι· δεῖ γὰρ ὀρθὴν τὴν πρίσιν εἶναι καὶ μὴ πλαγίαν. οἶον οὕσης τῆς μήτρας ἐφ’ ἣν τὸ α, μὴ παρὶ τὴν βγ τέμνειν, ἀλλὶ παρὶ τὴν βδ. φθείρεσθαι γαρ οὕτω φασίν, ἐκείνως δὲ ζῆν. ὅτι δὲ πᾶν ξύλον ἔχει μήτραν ἐκ τούτων οἴονται φανερὸν γάρ ἐστι καὶ τὰ μὴ δοκοῦντα πάντ’ ἔχειν, οἶον πύξον λωτὸν πρῖνον. σημεῖον δέ· τοὺς γὰρ στρόφιγγας τῶν θυρῶν τῶν πολυτελῶν ποιοῦσι μὲν ἐκ τούτων, συγγράφονται δὲ οἱ ἀρχιτέκτονες οὕτως μὴ ἐκ μήτρας. ταὐτὸ δὲ τοῦτο σημεῖον καὶ ὅτι πᾶσα μήτρα ἕλκεται, καὶ αἱ τῶν σκληροτάτων, ὰς δή τινες καρδίας καλοῦσι.
παντὸς δὲ [*](1 And so cause no trouble.) [*](2 cf. 5. 1. 6. πλείους conj. Sch. from G; ἄλλους Ald.H.) [*](3 Text probably defective; ? insert ἐξῃρέθη after ξηρὸν.) [*](4 The figure would seem to be)