Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πλείστας δὲ χρείας καὶ μεγίστας ἡ ἐλάτη καὶ ἡ πεύκη παρέχονται, καὶ ταῦτα κάλλιστα καὶ μέγιστα τῶν ξύλων ἐστί. διαφέρουσι δὲ ἀλλήλων ἐν πολλοῖς· ἡ μὲν γὰρ πεύκη σαρκωδεστέρα τε καὶ ὀλιγόινος· ἡ δ’ ἐλάτη καὶ πολύϊνος καὶ ἄσαρκος, ὥστε ἐναντίως ἑκάτερον ἔχειν τῶν μερῶν, τὰς μὲν ἶνας ἰσχυρὰς τὴν δὲ σάρκα [*](1 αἱ add. Sch.) [*](³ ὑπολοπῶσιν conj. Sch.; εἰ πέλειν εἰσι U; ὐπελεινεισιν MV: ὑπελινῶσιν Ald.) [*](³ ταύτην conj. St.; καὶ τὴν Ald. H.)

422
μαλακην καὶ μανήν· δι’ ὃ τὸ μὲν βάρυ το δὲ κοῦφον· τὸ μὲν γὰρ ἔνδᾳδον τὸ δὲ ἄδᾳδον, ᾖ καὶ λευκότερον.

ἔχει δὲ καὶ ὄζους πλείους μὲν ἡ πεύκη, σκληροτέρους δὲ ἡ ἐλάτη πολλῷ, μᾶλλον δὲ καὶ σκληροτάτους πάντων· ἄμφω δὲ πυκνοὺς καὶ κερατώδεις καὶ τῷ χρώματι ξανθοὺς καὶ δᾳδώδεις. ὅταν δὲ τμηθῶσι, ῥεῖ καὶ ἐκ τῶν τῆς ἐλάτης καὶ ἐκ τῶν τῆς πεύκης ἐπὶ πολὺν χρόνον ὑγρότης καὶ μᾶλλον ἐκ τῶν τῆς ἐλάτης. ἔστι δὲ καὶ πολύλοπον ἡ ἐλάτη, καθάπερ καὶ τὸ κρόμυον· ἀεὶ γὰρ ἔχει τινὰ ὑποκάτω τοῦ φαινομένου, καὶ ἐκ τοιούτων ἡ ὅλη.

δι’ ὃ καὶ τὰς κώπας ξύοντες ἀφαιρεῖν πειρῶνται καθ’ ἔνα καὶ ὁμαλῶς· ἐὰν γὰρ οὕτως ἀφαιρῶσιν, ἰσχυρὸς ὁ κωπεών, ἐὰν δὲ παραλλάξωσι καὶ μὴ κατασπῶσιν ὁμοίως, ἀσθενής· πληγὴ γὰρ οὕτως, ἐκείνως δ’ ἀφαίρεσις. ἔστι δὲ καὶ μακρότατον ἡ ἐλάτη καὶ ὀρθοφυέστατον. δι’ ὃ καὶ τὰς κεραίας καὶ τοὺς ἱστοὺς ἐκ ταύτης ποιοῦσιν. ἔχει δὲ καὶ τὰς φλέβας καὶ τὰς ἶνας ἐμφανεστάτας πάντων.

αὐξάνεται δὲ πρῶτον εἰς μῆκος, ἄχρι οὖ δὴ ἐφίκηται τοῦ ἡλίου· καὶ οὔτε ὄζος οὐδεὶς οὕτε παραβλάστησις οὔτε πάχος γίνεται· μετὰ δὲ ταῦτα εἰς βάθος καὶ πάχος· οὕτως αἱ τῶν ὄζων ἐκφύσεις καὶ παραβλαστήσεις.

[*](1 τὸ μλὲ γὰρ ἐνδ. corj. St. from G; ἐνδ. γὰρ Ald.)[*](2 cf. 3. 9. 7.)[*](3. 9. 7, μόνον οὐ διαφανεῖς, whence it appears that the epithet refers to colour.)[*](4 Phn. 16. 195. 5 i.e. the annual rings. cf.1. 5. 2; 5. 5. 3.)[*](6 cf. Hom. Od. 12. 172.)[*](7 κατασπῶσιν conj. W.; κατὰ πᾶσιν UΜ V; κατὰ πάντα Ald.)[*](8 cf. Plin. l.c. 9 cf. 1. 2)[*](10 ἐμφανεστάτας conj. W. ; εὐγενεστάτας Ald.)[*](1¹ δὲ conj. Sch.: καὶ U Ald H.)
424

Ταῦτα μὲν οὖν ἴδια τῆς ἐλάτης, τὰ δὲ κοινὰ καὶ πεύκης καὶ ἐλάτης καὶ τῶν ἄλλων. ἔστι γὰρ ἡ μὲν τετράξοος ἡ δὲ δίξοος. καλοῦσι δὲ τετραξόους μὲν ὅσαις ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης δύο κτηδόνες εἰσὶν ἐναντίαν ἔχουσαι τὴν φύσιν· ἔπειτα καθ' ἑκατέραν τὴν κτηδόνα ποιοῦνται τὴν πελέκησιν ἐναντίας τὰς πληγὰς κατὰ κτηδόνα φέροντες, ὅταν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης ἡ πελέκησις ἀναστρέφῃ. τοῦτο γὰρ ἐξ ἀνάγκης συμβαίνει διὰ τὴν φύσιν τῶν κτηδόνων. τὰς δὲ τοιαύτας ἐλάτας καὶ πεύκας τετραξόους καλοῦσι. εἰσὶ δὲ καὶ πρὸς τὰς ἐργασίας αὗται κάλλισται· πυκνότατα γὰρ ἔχουσι τὰ ξύλα καὶ τὰς αἰγίδας αὖται φύουσιν.

αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ’ ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναντίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· διαστρίφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέκησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα.

Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ’ ἃς γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς [*](1 Plin. l.c.) [*](² The meaning of ‘four-cleft etc. seems to be this:)

426
ποῖόν τί ἐστι· τῶν μὲν γὰρ εὐκτηδόνων καὶ ἀστραβῶν καὶ ὁ φλοιὸς λεῖος καὶ ὀρθός, τῶν δ᾿ ἐναντίων τραχύς τε καὶ διεστραμμένος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλ᾿ ἔστι τετράξοα μὲν ὀλίγα μονόξοα δὲ πλείω τῶν ἄλλων. ἅποσα δὲ ἡ ὕλη μείζων καὶ ὀρθοτέρα καὶ ἀστραβεστέρα καὶ στιφροτέρα καὶ ὅλως καλλίων καὶ πλείων ἡ ἐν τοῖς προσβορείοις, ὥσπερ καὶ πρότερον ἐλέχθη· καὶ αὐτοῦ τοῦ δένδρου δὲ τὰ πρὸς βορρᾶν πυκνότερα καὶ νεανικώτερα. ὅσα δὲ ὑποπαράβορρα καὶ ἐν περίπνῳ, ταῦτα στρέφει καὶ παραλλάττει παρὰ μικρὸν ὁ βορέας, ὥστε εἶναι παρεστραμμένην αὐτῶν τὴν μήτραν καὶ οὐ κατ᾿ ὀρθόν.

ἔστι δὲ ὅλα μὲν τὰ τοιαῦτα ἰσχυρὰ τμηθέντα δὲ ἀσθενῆ διὰ τὸ πολλὰς ἔχειν παραλλαγάς. καλοῦσι δὲ οἱ τέκτονες ἐπίτομα ταῦτα διὰ τὸ πρὸς τὴν χρείαν οὕτω τέμνειν. ὅλως δὲ χείρω τὰ ἐκ τῶν ἐφύγρων καὶ εὐδιεινῶν καὶ παλισκίων καὶ συνηρεφῶν καὶ πρὸς τὴν τεκτονικὴν χρείαν καὶ πρὸς τὴν πυρευτικήν. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ πρὸς τοὺς τόπους εἰσὶν αὐτῶν τῶν ὁμογενῶν ὥς γε ἀπλῶς εἰπεῖν.

II. Διαιροῦσι γάρ τινες κατὰ τὰς χώρας, καί φασιν ἀρίστην μὲν εἶναι τῆς ὕλης πρὸς τὴν τεκτονικὴν χρείαν τῆς εἰς τὴν Ἑλλάδα παραγινομένης τὴν Μακεδονικήν· λεία τε γάρ ἐστι καὶ ἀστραβὴς καὶ ἔχουσα θυῖον. δευτέραν δὲ τὴν Ποντικήν, τρίτην δὲ τὴν ἀπὸ τοῦ Ῥυνδάκου, [*](1 πεφυκς: cf. Χen. Cyr. 4. 3. 5.) [*](2 ὐτοπαράβορρα conj. St.; ὑπὸ παράβορρα Ald.; ὐπόβορρα ἡ παράβορρα conj. Sch.)

428
τετάρτην δὲ τὴν Aἰνιανικήν· χειρίστην δὲ τήν τε Παρνασιακὴν καὶ τὴν Eὐβοϊκην· καὶ γὰρ ὀζώδεις καὶ τραχείας καὶ ταχὺ σήπεσθαι. περὶ δὲ τῆς Ἀρκαδικῆς σκεπτέον.

Ἰσχυρότατα δὲ τῶν ξύλων ἐστὶ τὰ ἄοζα καὶ λεῖα· καὶ τῇ ὄψει δὲ ταῦτα κάλλιστα. ὀζώδη δὲ γίνεται τὰ κακοτροφηθέντα καὶ ἤτοι χειμῶνι πιεσθέντα ἡ καὶ ἄλλῳ τινὶ τοιούτῳ· τὸ γὰρ ὅλον τὴν πολυοζίαν εἶναι ἔνδειαν εὐτροφίας. ὅταν δὲ κακοτροφήσαντα ἀναλάβῃ πάλιν καὶ εὐσθενήσῃ, συμβαίνει καταπίνεσθαι τοὺς ὄζους ὑπὸ τῆς περιφ ὕσεως· εὐτροφοῦν γὰρ καὶ αὐξανόμενον ἀναλαμβάνει καὶ πολλάκις ἔξωθεν μὲν λεῖον τὸ ξύλον διαιρούμενον δὲ ὀζῶδες ἐφάνη. δἰ ὃ καὶ σκοποῦνται τῶν σχιστῶν τὰς μήτρας· ἐὰν γὰρ αὗται ἔχωσιν ὄζους, ὀζώδη καὶ τὰ ἐκτός· καὶ οὗτοι χαλεπώτεροι τῶν ἐκτὸς καὶ φανεροί.

Γίνονται δὲ καὶ αἱ σπεῖραι διὰ χειμῶνας τε καὶ κακοτροφίαν. σπείρας δὲ καλοῦσιν ὅταν ῇ συστροφή τις ἐν αὐτῇ μείζων καὶ κύκλοις περιεχομένη πλείοσιν οὖθ’ ὥσπερ ὁ ὄζος ἁπλῶς οὅθ᾿ ὡς ἡ οὐλότης ἡ ἐν αὐτῷ τῷ ξύλῳ· δἰ ὅλου γάρ πως αὕτη καὶ ὁμαλίζουσα· χαλεπώτερον δὲ τοῦτο πολὺ καὶ δυσεργότερον τῶν ὄζων. ἔοικε δὲ παραπλησίως καὶ ὡς ἐν τοῖς λίθοις ἐγγίνεσθαι [*](1 A river which flows into the Propontis on the Asiatic side.) [*](2 Near Mount Oeta. Aἰνιανικήν conj. Palm. from Plin. ι.c.: αἰανικὴν P,Ald.H.) [*](³ ταῦτα κάλλιστα· δζώδη δὲ conj. Scal.; ταῦτα καὶ μάλιστα ὸζῦδη γίν. Ald.H.; ταῦτα μάλιστα· δζὐδη δὲ γίν. U.)

430
τὰ καλούμενα κέντρα. ὅτι δ᾿ ἡ περίφυσις καταλαμβάνει τοὺς ὄζους φανερώτατον ἐξ αὐτῆς τῆς αἰσθήσεως, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοίων· πολλάκις γὰρ αὐτοῦ τοῦ δένδρου μέρος τι συνελήφθη ὑπὸ θατέρου συμφυοῦς γενομένου· καὶ ἐάν τις ἐκγλύψας θῇ λίθον εἰς τὸ δένδρον ἡ καὶ ἄλλο τι τοιοῦτον, κατακρύπτεται περιληφθὲν ὑπὸ τῆς περιφύσεως· ὅπερ καὶ περὶ τὸν κότινον συνέβη τὸν ἐν Μεγάροις τὸν ἐν τῇ ἀγορᾷ· οὗ καὶ ἐκκοπέντος λόγιον ἦν ἁλῶναι καὶ διαρπασθῆναι τὴν πόλιν· ὅπερ ἐγένετο --- Δημήτριος.

ἐν τούτῳ γὰρ διασχιζομένῳ κνημῖδες εὑρέθησαν καὶ ἄλλ᾿ ἄττα τῆς Ἀττικῆς ἐργασίας κρεμαστά, τοῦ κοτίνου οῦ ἀνετέθη τὸ πρῶτον ἐγκοιλανθέντος. τούτου δ᾿ ξτι μικρὸιν τὸ λοιπόν. πολλαχοῦ δὲ καὶ ἄλλοθι γίνεται πλείονα τοιαῦτα. καὶ ταῦτα μέν, ὥσπερ εἴρηται κοινὰ πλειόνων.

ΙΙΙ. Κατὰ δὲ τὰς ἴδας ἑκάστου φύσεις αἱ τοιαῦταί εἰσι διαφοραί, οἶον πυκνότης μανότης βαρύτης κουφότης σκληρότης μαλακότης, ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη· κοιναὶ δὲ ὁμοίως αὗται καὶ τῶν ἡμέρων καὶ τῶν ἀγρίων, ὥστε περὶ πάντων λεκτέον.

[*](¹ ἄτι δ᾿ ἡ conj. W.: ὅτι δὴ UMV: ὅτι δὲ Ald.)[*](² cf. καταπίνεσθαι, above, § 2.)[*](3 Plin. 16. 198 and 199.)[*](⁴ ἐκγλύψας θῇ conj. W.; ἐκλύψας θἧι U; ἐκλιθασθῆ Ald.H.)[*](5 Text defective.)[*](6 i.e. the bark had grown over those. cf. Plin. ι.c.)
432

Πυκνότατα μὲν οὖν δοκεῖ καὶ βαρύτατα πύξος εἶναι καὶ ἔβενος· οὐδὲ γὰρ οὐδ' ἐπὶ τοῦ ὅδατος ταῦτ’ ἐπινεῖ. καὶ ἡ μὲν πύξος ὅλη, τῆς δὲ ἐβένου ἡ μήτρα, ἐν ῇ καὶ ἡ τοῦ χρώματός ἐστι μελανία. τῶν δ’ ἄλλων ὁ λωτός. πυκνὸν δὲ καὶ ἡ τῆς δρυὸς μήτρα, ἣν καλοῦσι μελάνδρυον· καὶ ἔτι μᾶλλον ἡ τοῦ κυτίσου· παρομοία γὰρ αὕτη δοκεῖ τῇ ἐβένῳ εἶναι.

Μέλαν δὲ σφόδρα καὶ πυκνὸν το τῆς τερμίνθου· περὶ γοῦν Συρίαν μελάντερόν φασιν εἶναι τῆς ἐβένου· καὶ ἐκ τούτου γὰρ καὶ τὰς λαβὰς τῶν ἐγχειριδίων ποιεῖσθαι, τορνεύεσθαι δὲ ἐξ αὐτῶν καὶ κύλικας Θηρικλείους, ὥστε μηδένα ἄν διαγνῶναι πρὸς τὰς κεραμέας· λαμβάνειν δὲ τὸ ἐγκάρδιον· δεῖν δὲ ἀλείφειν τὸ ξύλον· οὕτω γὰρ γίνεσθαι καὶ κάλλιον καὶ μελάντερον.

Εἶναι δὲ καὶ ἄλλο τι δένδρον, ὃ ἄμα τῇ μελανίᾳ καὶ ποικιλίαν τινὰ ἔχει ὑπέρυθρον, ὥστε εἶναι τὴν ὄψιν ὡσὰν ἐβένου ποικίλης· ποιεῖσθαι δ’ ἐξ αὐτοῦ καὶ κλίνας καὶ δίφρους καὶ τὰ ἄλλα τὰ σπουδαζόμενα. τὸ δὲ δένδρον μέγα σφόδρα καὶ καλόφυλλον εἶναι ὅμοιον ταῖς ἀπίοις.