Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὕλημα δὲ ἴδιόν τι φύεται περὶ Μέμφιν, οὐ κατὰ φύλλα καὶ βλαστοὺς καὶ τὴν ὅλην μορφὴν [*](¹ cf. Hdt. ι.c.) [*](² σχάσεως conj. R. Const.; σχίσεως Ald.) [*](3 πλείστη conj. R. Const.; πλεκτὴ UMV Ald.) [*](4 cf. C.P. 6. 8. 7, where this olive is said to produce no oil.) [*](5 cf. Strabο, 17. 1. 35.)

302
ἔχον τὸ ἴδιον ἀλλ᾿ εἰς τὸ συμβαῖνον περὶ αὐτὸ πάθος· ἡ μὲν γὰρ πρόσοψις ἀκανθώδης ἐστὶν αὐτοῦ, καὶ τὸ φύλλον παρόμοιον ταῖς πτερίσιν· ὅταν δέ τις ἅψ ηται τῶν κλωνίων, ὥσπερ ἀφαυαινόμενα τὰ φύλλα συμπίπτειν φασὶν εἶτα μετά τινα χρόνον ἀναβιώσκεσθαι πάλιν καὶ θάλλειν. καὶ τὰ μὲν ἴδια τῆς χώρας,. ὅσα γ᾿ ἂν δένδρα τις ἢ θάμνους εἴποι, τά γ᾿ ἐπιφανέστατα ταῦτ᾿ ἐστί. περὶ γὰρ τῶν ἐν τῷ ποταμῷ καὶ τοῖς ἕλεσιν ὕστερον ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων ἐνύδρων.

Ἅπαντα δὲ ἐν τῇ χώρᾳ τὰ δένδρα τὰ τοιαῦτα μεγάλα καὶ τοῖς μήκεσι καὶ τοῖς πάχεσιν· ἐν γοῦν Μέμφιδι τηλικοῦτο δένδρον εἶναι λέγεται τὸ πάχος, ὃ τρεῖς ἄνδρες οὐ δύνανται περιλαμβάνειν. ἔστι δὲ καὶ τμηθὲν τὸ ξύλον καλόν· πυκνόν τε γὰρ σφόδρα καὶ τῷ χρώματι λωτοειδές.

IΙΙ. Ἐν Λιβύῃ δὲ ὁ λωτὸς πλεῖστος καὶ κάλλιστος καὶ ὁ παλίουρος καὶ ἔν τισι μέρεσι τῇ τε Νασαμωνικῇ καὶ παρ᾿ Ἄμμωνι καὶ ἄλλοις ὁ φοῖνιξ· ἐν δὲ τῇ Κυρηναίᾳ κυπάρισσος καὶ ἐλάαι τε κάλλισται καὶ ἔλαιον πλεῖστον. ἰδιώτατον δὲ πάντων τὸ σίλφιον· ἔτι κρόκον πολὺν ἡ χώρα φέρει καὶ εὔοσμον. ἔστι δὲ τοῦ λωτοῦ τὸ μὲν ὅλον δένδρον ἴδιον εὐμέγεθες ἡλίκον ἄπιος ἤ μικρὸν ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ πρινῶδες· τὸ μὲν ξύλον μέλαν· γένη δὲ αὐτοῦ πλείω διαφορὰς ἔχοντα τοῖς καρποῖς· ὁ δὲ καρπὸς [*](¹ πάθος : cf. 1. 1. 1 n.) [*](2 cf. Schol. ad Nic. Ther. 683 of a sensitive plant called σκορπίουρος or ἰσχύουσα. ἀφαυαινόμενα conj. Scal.; ἀφαυλινό- μενα UMV P2,Ald.)

304
ἡλίκος κύαμος, πεπαινεται δέ, ὥσπερ οἱ βότρυες. μεταβάλλων τὰς χροιάς· φύεται δέ, καθάπερ τὰ μύρτα, παρ᾿ ἄλληλα πυκνὸ ἐπὶ τῶν βλαστῶν· ἐσθιόμενος δ᾿ ὁ ἐν τοῖς Λωτοφάγοις καλουμένοις γλυκὺς καὶ ἡδὺς καὶ ἀσινὴς καὶ ἔτι πρὸς τὴν κοιλίαν ἀγαθός· ἡδίων δ᾿ ὁ ἀπύρηνος, ἔστι γὰρ καὶ τοιοῦτόν τι γένος· ποιοῦσι δὲ καὶ οἶνον ἐξ αὐτοῦ.

Πολὺ δὲ τὸ δένδρον καὶ πολύκαρπον· τό γ᾿ οὖν Ὀφέλλου στρατόπεδον, ἡνίκα ἐβάδιζεν εἰς Καρχηδόνα, καὶ τούτῳ φασὶ τραφῆναι πλείους ἡμέρας ἐπιλιπόντων τῶν ἐπιτηδείων. ἔστι μὲν οὖν καὶ ἐν τῇ νήσῳ τῇ Λωτοφαγιτίδι καλουμένῃ πολύς· αὕτη δ᾿ ἐπίκειται καὶ ἀπέχει μικρόν· οὐ μὴν οὐθέν γε μέρος ἀλλὰ πολλῷ πλεῖον ἐν τῇ ἠπείρῳ· πλεῖστον γὰρ ὅλως ἐν τῇ Λιβύῃ, καθάπερ εἴρηται, τοῦτο καὶ ὁ παλίουρός ἐστιν· ἐν γὰρ Εὐεσπερίσι τούτοις καυσίμοις χρῶνται. διαφέρει δὲ οὗτος ὁ λωτὸς τοῦ παρὰ τοῖς Λωτοφάγοις.

Ὁ δὲ παλίουρος θαμνωδέστερος τοῦ λωτοῦ· φύλλον δὲ παρόμοιον ἔχει τῷ ἐνταῦθα, τὸν δὲ καρπὸν διάφορον· οὐ γὰρ πλατὺν ἀλλὰ στρογγύλον καὶ ἐρυθρόν, μέγεθος δὲ ἡλίκον τῆς κέδρου ἢ μικρῷ μεῖζον· πυρῆνα δὲ ἔχει οὐ συνεσθιόμενον καθάπερ ταῖς ῥοαῖς· ἡδὺν δὲ τὸν καρπόν· καὶ ἐάν τις οἶνον ἐπιχέῃ καὶ αὐτὸν ἡδίω γίνεσθαί φασι καὶ τὸν οἶνον ἡδίω ποιεῖν.

[*](¹ cf. Hdt. 4. 177; Athen. 14. 651: Seyl. Peripl. Lotophagi.)[*](2 A ruler of Cyrene, who invaded Carthaginian territory in conjunction with Agathocles, B.C. 308.)[*](³ τῇ λωτοφαγιτίδι conj. W.; τῇ Λωτοφαίᾳ φάριδι UM Ald.)[*](4 μέρος: μείων conj. Sch. (non minor G).)