Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Tὰ δ’ ἐκπαγέντα, ὅταν μὴ τελέως ἀπόληται. τάχιστα ἀναβλαστάνει, ὥστε εὐθὺς τὴν ἄμπελον καρποφορεῖν, ὥσπερ ἐν Θετταλίᾳ. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον αἱ μὲν ἐκπήξεις γίνονται διχῶς, ὁτὲ μὲν ὑπὸ ψύχους ἐὰν χειμέριον ᾖ τὸ ἔτος, ὁτὲ δὲ ὑπὸ πάγων ἐάν γε πολὺν χρόνον διαμένωσι. ἀμφότερα δὲ μάλιστα γίγνονται μετὰ τροπὰς περὶ τὰς τετταράκοντα. γίνονται δὲ οἱ μὲν πάγοι ταῖς αἰθρίαις, τὰ δὲ ψύχη μάλιστα ὑφ’ ὦν ἡ ἔκπηξις ὅταν αἰθρίας οὔσης αἱ λεπίδες καταφέρωνται. ταῦτα δ’ ἐστὶν ὥσπερ τὰ ξύσματα πλὴν πλατύτερα, καὶ φερόμενα φανερὰ πεσόντα δὲ οὐ διαμένει· περὶ δὲ τὴν Θράκην ἐκπήγνυνται.

Ἀλλὰ γὰρ αἱ μὲν νόσοι πόσαι τε καὶ ποῖαι καὶ τίνες γίνονται καὶ πάλιν αἱ δι’ ὑπερβολὴν χειμῶνος ἡ καυμάτων φθοραὶ καὶ αἱ διὰ πνευμάτων ψυχρότητα ἡ θερμότητα διὰ τούτων θεωρείσθωσαν· ὦν ἐνίας οὐθὲν ἂν κωλύοι καὶ τοῖς ἀγρίοις εἶναι κοινὰς καὶ κατὰ τὴν ὅλην τῶν δένδρων φθορὰν καὶ ἔτι μᾶλλον κατὰ τὴν τῶν καρπῶν· ὃ καὶ συμβαῖνον ὁρῶμεν· οὐκ εὐκαρπεῖ [*](¹ Plin. 17. 233.) [*](2 ἐκπαγέντα conj. Sch.; ἐκπλαγέντα U; ἐκπληγέντα Ald.) [*](3 ἐάν γε conj. Sch.; ἐὰν δὲ U; ἐὰν π. χ. δ. γε Ald.)

404
γὰρ οὐδ᾿ ἐκεῖνα πολλάκις, ἀλλ᾿ οὐχ ὁμοίως οἶμαι παρατετήρηται.

XV. Λοιπὸν δ᾿ εἰπεῖν ὅσα παραιρουμένων τινῶν μορίων ἀπόλλυται. κοινὴ μὲν δὴ πᾶσι φθορὰ τοῦ φλοιοῦ περιαιρεθέντος κύκλῳ· πᾶν γὰρ ὡς εἰπεῖν οὕτως ἀπόλλυσθαι δοκεῖ πλὴν ἀνδράχλη· καὶ αὕτη δὲ ἐάν τις τὴν σάρκα σφόδρα πιέσῃ καὶ τὸν μέλλοντα βλαστὸν διακόψῃ· πλὴν εἰ ἄρα φελλοῦ· τοῦτον γάρ φασι καὶ εὐσθενεῖν μᾶλλον περιαιρουμένου δῆλον ὅτι τοῦ ἔξω καὶ τοῦ κάτω πρὸς τῇ σαρκί, καθάπερ καὶ τῆς ἀνδράχλης. ἐπεὶ καὶ τοῦ κεράσου περιαιρεῖται καὶ τῆς ἀμπέλου καὶ τῆς φιλύρας, ἐξ οὖ τὰ σχοινία, καὶ μαλάχης τῶν ἐλαττόνων, ἀλλ᾿ οὐχ ὁ κύριος οὐδ᾿ ὁ πρῶτος, ἀλλ᾿ ὁ ἐπιπολῆς, ὃς καὶ αὐτόματος ἐνίοτε ἀποπίπτει διὰ τὴν ὑπόφυσιν θατέρου.

Καὶ γὰρ φλοιορραγῆ ἔνια τῶν δένδρων ἐστίν, ὥσπερ καὶ ἡ ἀνδράχλη καὶ ἡ πλάτανος. ὡς δέ τινες οἴονται, πάλιν ὑποφύεται νέος, ὁ δὲ ἔξωθεν ἀποξηραίνεται καὶ ῥήγνυται καὶ αὐτόματος ἀποπίπτει πολλῶν, ἀλλ᾿ οὐχ ὁμοίως ἐπίδηλος. φθείρονται μὲν οὖν, ὡς οἴονται, πάντα περιαιρουμένου, διαφέρει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ [*](1 Plin. 17. 234; 2 cf. C.P. 5. 15. 1.) [*](2. cf. 1. 5. 2.) [*](3 βλαστὸ conj. Sct. from G; κρπὸν UAld.H.) [*](4 Plin. 17. 234—236.)

406
μᾶλλον και ἧττον. ἔνια γὰρ πλείω χρόνον διαμένει, καθάπερ συκῆ καὶ φίλυρα καὶ δρῦς· οἱ δὲ καὶ ζῆν φασι ταῦτα, ζῆν δὲ καὶ πτελέαν καὶ φοίνικα· τῆς δὲ φιλύρας καὶ συμφύεσθαι τὸν φλοιὸν πλὴν μικροῦ· τῶν δὲ ἄλλων οἶον πωροῦσθαι καὶ ἰδίαν τινὰ φύσιν ἔχειν. βοηθεῖν δὲ πειρῶνται διαπλάττοντες πηλῷ καὶ περιδοῦντες φλοιοῖς καὶ καλάμοις καὶ τοῖς τοιούτοις, ὅπως μὴ ψύχηται μηδ’ ἀποξηραίνηται. καὶ ἤδη φασί που ἀναφῦναι, καθάπερ καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, τὰς συκᾶς.

δεῖ δὲ ἄμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ αἱ ὦραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπόλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντέχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖνος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά.

δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος, πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁποσονοῦν, συμφθείρεσθαι πάντως· ἀλλ’ ἐπὶ τῶν ἀσθενεστέρων τοῦτ’ εἰκός. ἔνια γὰρ κἂν μὴ κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ [*](¹ καὶ add. W. (text defective in MSS. except U).)

408
λυπρὰν ἔχει χώραν καὶ ἄτροφον. αὕτη μὲν δη. καθάπερ εἴρηται, κοινὴ φθορὰ πάντων.