Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγορεύεται μὲν Πελεκανία· τούτου δ᾿ ἔστιν ἄττα Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς κάλλιστόν φασι γίνεσθαι· δὲ καὶ καθ᾿ ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ᾿ ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλουμένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ τοῦ Κηφισοῦ. γειτνιᾷ δ᾿ αὐτῷ πεδίον εὔγειον, ὃ προσαγορεύουσι Ἱππίαν.

πρόσβορρος δὲ τόπος ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύγειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον ἔχουσι· καθ᾿ ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω.

Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλάμου τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει διαφοράς· ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς [*](1 cf. Plut. Sulla, 20.) [*](2 i.e. the so-called ‘Lake’ Copaïs.) [*](3 καὶ add. W.)

376
γόνασιν, ὁ δὲ μανὸς καὶ ὀλιγογόνατος· καὶ ὁ μὲν κοῖλος, ὃν καλοῦσί τινες συριγγίαν, οὐδὲν γὰρ ώς εἰπεῖν ἔχει ξύλου καὶ σαρκός· ὁ δὲ στερεὸς καὶ συμπλήρης μικροῦ. καὶ ὁ μὲν βραχύς, ὁ δὲ εὐαυξὴς καὶ ὑψηλὸς καὶ παχύς. ὁ δὲ λεπτὸς καὶ πολύφυλλος, ὁ δὲ ὀλιγόφυλλος καὶ μονόφυλλος. ὅλως δὲ πολλαί τινές εἰσι διαφοραὶ κατὰ τὰς χρείας· ἕκαστος γὰρ πρὸς ἕκαστα χρήσιμος.

Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι· κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ᾿ ὅμως παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν δεχόμενος, και ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν θέλῃ τις θερμαινόμενος.

Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικός καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφ ύσει· κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων, αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν διαφοράν, τό πολύφυλλον καὶ παρόμοιον ἔχειν τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ

378
φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ δεῖ τοῦτο.

Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ εἰς ὀρθόν ἀλλ' ἐπὶ γῆς ἀφίησι τόν καυλόν, ὥσπερ ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν. ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό τινων εἰλετίας---.

Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ’ ἐξ ἑνὸς πυθμένος πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακρὸν ἀλλ’ ὅμοιον τῇ ἰτεᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πολύρριζος, δι’ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονατώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.

XII. Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ τινὲς διαιρνῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν [*](¹ θρύον, a kind of grass (see Index : cf. Hom. Il. 21. 351), conj. Sch.; βρύον MSS. ; however Plut. Nat. Quaest. 2 gives βρύον along with τύφη and φλεώς in a list of marsh plants.) [*](² δὲ δεῖ τοῦτο conj. W.; δὲ τοῦτο UMVAld.)

380
καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπόν ἔχειν, παχύτερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων ὁ καλούμενος ὁλόσχοινος.