Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Οἱ μὲν οὖν ἐκ τῆς Ἴδης οὕτως διαιροῦσιν. οἱ δὲ περὶ Μακεδονίαν τέτταρα γένη ποιοῦσιν, ἐτυμόδρυν ἣ τὰς γλυκείας, πλατύφυλλον ἣ τὰς πικράς, φηγὸν ἣ τὰς στρογγύλας, ἄσπριν· ταύτην δὲ οἱ μὲν ἄκαρπον ὅλως οἱ δὲ φαῦλον τὸν καρπόν, ὥστε μηδὲν ἐσθίειν ζῶον πλὴν ὑός, καὶ ταύτην ὅταν ἑτέραν μὴ ἔχῃ· καὶ τὰ πολλὰ λαμβάνεσθαι περικεφαλαίᾳ. μοχθηρὰ δὲ καὶ τὰ ξύλα· πελεκηθέντα [*](1 Plin. 16. 26.) [*](² φάσκον . . . ῥκίοις conj. Sch. (ῥακίοις Salm.): φάσκος ὅμοιος τῖς βραχχείοις UP2; φάσκον ὁμοίως τῖς βραγχίοις Ald. H. Plin 16. 33, cf. 12. 108; Diosc. 1. 20; Hesych. s.υ. φάσκος.) [*](³ τραχὺ conj. W.; βραχὺ UP. ⁴ κορύνης. cf. 3. 5. 1.)

210
μὲν ὅλως ἀχρεῖα· καταρήγνυται γὰρ καὶ διαπίπτει· ἀπελέκητα δὲ βελτίω, δι᾿ ὃ καὶ οὕτω χρῶνται. μοχθηρὰ δὲ καὶ εἰς καῦσιν καὶ εἰς ἀνθρακείαν· ἀχρεῖος γὰρ ὅλως ὁ ἄνθραξ διὰ τὸ πηδᾶν καὶ σπινθηρίζειν πλὴν τοῖς χαλκεῦσι. τούτοις δὲ χρησιμώτερος τῶν ἄλλων· διὰ γὰρ τὸ ἀποσβέννυσθαι, ὅταν παύσηται φυσώμενος, ὀλίγος ἀναλίσκεται. τὸ δὲ τῆς ἁλιφλοίου χρήσιμον εἰς τοὺς ἄξονας μόνον καὶ τὰ τοιαῦτα. δρυὸς μὲν οὖν ταύτας ποιοῦσι τὰς ἰδέας.

IX. Τῶν δὲ ἄλλων ἐλάττους· καὶ σχεδὸν τά γε πλεῖστα διαιροῦσι ἄρρενι καὶ θήλει, καθάπερ εἴρηται, πλὴν ὀλίγων ὦν ἐστι καὶ ἡ πεύκη· πεύκης γὰρ τὸ μὲν ἥμερον ποιοῦσι τὸ δ᾿ ἄγριον, τῆς δ᾿ ἀγρίας δύο γένη· καλοῦσι δὲ τὴν μὲν Ἰδαίαν τὴν δὲ παραλίαν· τούτων δὲ ὀρθοτέρα καὶ μακροτέρα καὶ τὸ φύλλον ἔχουσα παχύτερον ἡ Ἰδαία, τὸ δὲ φύλλον λεπτότερον καὶ ἀμενηνότερον ἡ παραλία καὶ λειότερον τὸν φλοιὸν καὶ εἰς τὰ δέρματα χρήσιμον· ἡ δὲ ἑτέρα οὔ. καὶ τῶν στροβίλων ὁ μὲν τῆς παραλίας στρογγύλος τε καὶ διαχάσκων ταχέως, ὁ δὲ τῆς Ἰδαίας μακρότερος καὶ χλωρὸς καὶ ἧττον χάσκων ὡς ἂν ἀγριώτερος· τὸ δὲ ξύλον ἰσχυρότερον τὸ τῆς παραλίας· δεῖ γὰρ καὶ τὰς τοιαύτας διαφορὰς [*](1 Plin. 16. 23.) [*](² τὸ δὲ. . . . τοιαῦτα: this sentence seems out of place, as ἁλίφλοιος was not one of the ‘Macedonian’ oaks mentioned above (Sch.).)

212
λαμβάνειν τῶν συγγενῶν· γνώριμοι γὰρ διὰ τὴν χρείαν.

Ὀρθότερον δὲ καὶ παχύτερον, ὥσπερ εἴπομεν, ἡ Ἰδαία, καὶ πρὸς τούτοις πιττωδέστερον ὅλως τὸ δένδρον, μελαντέρᾳ δὲ πίττῃ καὶ γλυκυτέρᾳ καὶ λεπτοτέρᾳ καὶ εὐωδεστέρᾳ, ὅταν ᾖ ὠμή· ἑψηθεῖσα δὲ χείρων ἐκβαίνει διὰ τὸ πολὺν ἔχειν τὸν ὀρρόν. ἐοίκασι δ᾿ ἅπερ οὗτοι διαιροῦσιν ὀνόμασιν ἰδίοις οἱ ἄλλοι διαιρεῖν τῷ ἄρρενι καὶ θήλει. φασὶ δ᾿ οἱ περὶ Μακεδονίαν καὶ ἄκαρπόν τι γένος ὅλως εἶναι πεύκης, καὶ τὸ μὲν ἄρρεν βραχύτερόν τε καὶ σκληροφυλλότερον, τὸ δὲ θῆλυ εὐμηκέστερον, καὶ τὰ φύλλα λιπαρὰ καὶ ἁπαλὰ καὶ κεκλιμένα μᾶλλον ἔχειν· ἔτι δὲ τὰ ξύλα τῆς μὲν ἄρρενος περίμητρα καὶ σκληρὰ καὶ ἐν ταῖς ἐργασίαις στρεφόμενα, τῆς δὲ θηλείας εὐεργὰ καὶ ἀστραβῆ καὶ μαλακώτερα.

Σχεδὸν δὲ κοινή τις ἡ διαφορὰ πάντων τῶν ἀρρένων καὶ θηλειῶν, ὡς οἱ ὑλοτόμοι φασίν. ἅπαν γὰρ τὸ ἄρρεν τῇ πελεκήσει καὶ βραχύτερον καὶ ἐπεστραμμένον μᾶλλον καὶ δυσεργότερον καὶ τῷ χρώματι μελάντερον, τὸ δὲ θῆλυ εὐμηκέστερον· ἐπεὶ καὶ τὴν αἰγίδα τὴν καλουμένην ἡ θήλεια τῆς πεύκης ἔχει· τοῦτο δ᾿ ἐστὶ τὸ ἐγκάρδιον αὐτῆς· [*](¹ συγγενῶν conj. R. Const.; ἀγγείων UAld.; ἐγγείων MV m Bas.) [*](² γνώριμοι conj. R. Const.; γνώριμος U Ald.H.; γνώριμα conj. W.) [*](³ ὀρθότερον conj. R. Const.; ὀξύτερον UMVAld.) [*](4 μελαντέρᾳ . . . εὐωδεστέρᾳ conj. W.; μελάντεραι δὲ πίττη καὶ γλυκύτεραι καὶ λεπτότεραι καὶ εὐωδέστεραι UMV; μελαντέρα)

214
αἴτιον δὲ ὅτι ἀπευκοτέρα καὶ ἧττον ἔνδᾳδος καὶ λειοτέρα καὶ εὐκτεανωτέρα. γίνεται δὲ ἐν τοῖς μέγεθος ἔχουσι τῶν δένδρων, ὅταν ἐκπεσόντα περισαπῇ τὰ λευκὰ τὰ κύκλῳ. τούτων γὰρ περιαιρεθέντων καὶ καταλειφθείσης τῆς μήτρας ἐκ ταύτης πελεκᾶται· ἔστι δὲ εὔχρουν σφόδρα καὶ λεπτόϊνον. ὃ δὲ οἱ περὶ τὴν Ἴδην δᾳδουργοὶ καλοῦσι συκῆν, τὸ ἐπιγιγνόμενον ἐν ταῖς πεύκαις, ἐρυθρότερον τὴν χροιὰν τῆς δᾳδός, ἐν τοῖς ἄρρεσίν ἐστι μᾶλλον· δυσῶδες δὲ τοῦτο καὶ οὐκ ὄζει δᾳδὸς οὐδὲ καίεται ἀλλ᾿ ἀποπηδᾷ ἀπὸ τοῦ πυρός.

Πεύκης μὲν οὖν ταῦτα γένη ποιοῦσιν, ἥμερόν τε καὶ ἄγριον, καὶ τῆς ἀγρίας ἄρρενά τε καὶ θήλειαν καὶ τρίτην τὴν ἄκαρπον. οἱ δὲ περὶ τὴν Ἀρκαδίαν οὔτε τὴν ἄκαρπον λέγουσιν οὔτε τὴν ἥμερον πεύκην, ἀλλὰ πίτυν εἶναί φασι· καὶ γὰρ τὸ στέλεχος ἐμφερέστατον εἶναι τῇ πίτυι καὶ ἔχειν τήν τε λεπτότητα καὶ τὸ μέγεθος καὶ ἐν ταῖς ἐργασίαις ταὐτὸ τὸ ξύλον· τὸ γὰρ τῆς πεύκης καὶ παχύτερον καὶ λειότερον καὶ ὑψηλότερον εἶναι· καὶ τὰ φύλλα τὴν μὲν πεύκην ἔχειν πολλὰ καὶ λιπαρὰ καὶ βαθέα καὶ κεκλιμένα, τὴν δὲ πίτυν καὶ τὴν κωνοφόρον ταύτην ὀλίγα τε καὶ αὐχμωδέστερα καὶ πεφρικότα μᾶλλον· ἄμφω δὲ τριχόφυλλα. ἔτι δὲ τὴν πίτταν ἐμφερεστέραν τῆς [*](¹ εὐκτεανωτέρα: εὐκτηδονωτέρα conj. R. Const. cf. 5. 1. 9; but text is supported by Hesych. s.υ. ἰθυκτέανον.) [*](² Ι omit καὶ before τὰ κύκλῳ.) [*](3 Plin. 16. 44.)

216
πίτυος· καὶ γὰρ τὴν πίτυν ἔχειν ὀλίγην τε καὶ πικράν, ὥσπερ καὶ τὴν κωνοφόρον, τὴν δὲ πεύκην εὐώδη καὶ πολλήν. φύεται δ᾿ ἐν μὲν τῇ Ἀρκαδίᾳ ἡ πίτυς ὀλίγη περὶ δὲ τὴν Ἠλείαν πολλή. οὗτοι μὲν οὖν ὅλῳ τῷ γένει διαμφισβητοῦσιν.

Ἡ δὲ πίτυς δοκεῖ τῆς πεύκης καὶ διαφέρειν τῷ λιπαρωτέρα τε εἶναι καὶ λεπτοφυλλοτέρα καὶ τὸ μέγεθος ἐλάττων καὶ ἧττον ὀρθοφυής· ἔτι δὲ τὸν κῶνον ἐλάττω φέρειν καὶ πεφρικότα μᾶλλον καὶ τὸ κάρυον πιττωδέστερον· καὶ τὰ ξύλα λευκότερα καὶ ὁμοιότερα τῇ ἐλάτῃ καὶ τὸ ὅλον ἄπευκα. διαφορὰν δ᾿ ἔχει καὶ ταύτην μεγάλην πρὸς τὴν πεύκην· πεύκην μὲν γὰρ ἐπικαυθεισῶν τῶν ῥιζῶν οὐκ ἀναβλαστάνειν, τὴν πίτυν δέ φασί τινες ἀναβλαστάνειν, ὥσπερ καὶ ἐν Λέσβῳ ἐμπρησθέντος τοῦ Πυρραίων ὄρους τοῦ πιτυώδους. νόσημα δὲ ταῖς πεύκαις τοιοῦτόν τι λέγουσι συμβαίνειν οἱ περὶ τὴν Ἴδην ὤσι᾿ , ὅταν μὴ μόνον τὸ ἐγκάρδιον ἀλλὰ καὶ τὸ ἔξω τοῦ στελέχους ἔνδᾳδον γένηται. τηνικαῦτα ὥσπερ ἀποπνίγεσθαι. τοῦτο δὲ αὐτόματον συμβαίνει δι᾿ εὐτροφίαν τοῦ δένδρου, ὡς ἄν τις εἰκάσειεν· ὅλον γὰρ γίνεται δᾴς· περὶ μὲν οὖν τὴν πεύκην ἴδιον τοῦτο πάθος.