Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ [*](¹ σφ. καὶ ὀλίγας conj. W.; σᾳ. κατ᾿ ὀλίγον UMVAld.) [*](2 i.e. not very fibrous.) [*](³ cf. Hdt. 6. 37, and the proverb πίτυος τρόπον ἐκτρίβεσθα.) [*](4 ὅμαλον conj. Scal.; ὅμοιον Ald.) [*](5 ἱκανὸν ἵστῳ πλοίου conj, W,; ἢ καὶ ἡλίκον πλεῖον Ald.; sc UH, but with πλοῖον.)
Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ᾿ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ᾿ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ᾿ ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.
Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν, οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν [*](¹ i.e. and so does not, like other trees under like treat ment, put its strength into these. cf. C.P. 5. 17. 4.) [*](2 ἑαυτῶν conj. Sch. from G; αὐτὸν Ald.) [*](3 The leaf-gall, cf. 2. 8. 3; 3. 14. 1. For τοῦτο cf. 3. 18. 11; 4. 7. 1. 4 Lat. grossi. cf. C. P. 5. 1. 8.) [*](5 τινὰ καρπὸς conj. Sch.; τινὰ ἄκαρπος UAld.)
Παραφύει δ᾿ ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχαλίδος ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλανας τὸ δ᾿ ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν· ἀνοιγόμενον δ᾿ ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ πλεῖον. ἔτι δ᾿ ἄλλο τούτου σπανιαίτερον φυλλικὸν συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ [*](¹ πυρῆνος ἐλάας ἰσοφυὲς conj. W.; πυρῆνος ἐλαίᾳ εἰρουφυην UMV; πυρῆνα ἐλαία εἰρουφύην Ald.) [*](² περὶ πυρήνιον σκληρότερον Ι conj.; περὶ πυρηνίου σκληρότητα U; περὶ πυρηνίου σκληρότερον Μ; περιπυρηνίου σκληρότερον V Ald. W. prints the reading of U. For πῖλος see Index.)
Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται καὶ ἐν ἄλλοις· ἀλλ᾿ οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη. πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ᾿ Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ᾿ οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός.