Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

σχεδὸν δὲ ὅσα καλοῦσιν ἄρρενα τῶν ὁμογενῶν ἄκαρπα· καὶ τούτων τὰ μὲν πολλὰ ἀνθεῖν φασι τὰ δ᾿ ὀλίγον τὰ δ᾿ ὅλως οὐδ᾿ ἀνθεῖν· τὰ δὲ ἀνάπαλιν, τὰ μὲ ἄρρενα μόνα καρποφορεῖν, οὐ μὴν ἀλλ᾿ ἀπό γε τῶν ἀνθῶν φύεσθαι τὰ δένδρα, καθάπερ καὶ ἀπὸ τῶν καρπῶν ὅσα κάρπιμα· καὶ ἐν ἀμφοῖν οὕτως ἐνίοτε πυκνὴν εἶναι τὴν ἔκφυσιν ὥστε τοὺς ὀρεοτύπους οὐ δύνασθαι διῖέναι μὴ ὁδοποιησαμένους.

Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων, ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσβάλανον, ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ᾿ οὐδὲν τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ τὸ βρύον τὸ δρύῖνον καὶ τὸν κύτταρον τὸν πίτυῖνον [*](¹ χώρᾳ καὶ Ald.; ἢ καὶ conj. St.) [*](² i.e the ‘males’ are sterile whether they flower or not. καὶ τούτων τὰ μὲν πολλὰ Ι conj.; τούτων τὰ πολλὰ τὰ μὲν Ald.) [*](3 ? i.e. the flowers of the ‘female’ tree.) [*](⁴ i.e. (α) in those trees whose ‘male’ form is sterile, whether it bears flowers or not; (b) in those whose ‘male’)

178
ὅμοιον καὶ ἀνάλογον εἶναι τοῖς προαποπτώτοις ἐρινοῖς. οἱ δὲ περὶ Μακεδονίαν οὐδὲ ταῦτά φασιν ἀνθεῖν ἄρκευθον ὀξύην ἀρίαν σφένδαμνον. ἔνιοι δὲ τὰς ἀρκεύθους δύο εἶναι, καὶ τὴν μὲν ἑτέραν ἀνθεῖν μὲν ἄκαρπον δ᾿ εἶναι, τὴν δὲ ἑτέραν οὐκ ἀνθεῖν μὲν καρπὸν δὲ φέρειν εὐθὺς προφαινόμενον, ὥσπερ καὶ τὰς συκᾶς τὰ ἐρινά. συμβαίνει δ᾿ οὖν ὥστε ἐπὶ δύο ἔτη τὸν καρπὸν ἔχειν μόνον τοῦτο τῶν δένδρων. ταῦτα μὲν οὖν ἐπισκεπτέον.

IV. Ἡ δὲ βλάστησις τῶν μὲν ἅμα γίνεται καὶ τῶν ἡμέρων, τῶν δὲ μικρὸν ἐπιλειπομένη, τῶν δ᾿ ἤδη πλέον, ἁπάντων δὲ κατὰ τὴν ἠρινὴν ὥραν. ἀλλὰ τῶν καρπῶν ἡ παραλλαγὴ πλείων· ὥσπερ δὲ καὶ πρότερον εἴπομεν, οὐ κατὰ τὰς βλαστήσεις αἱ πεπάνσεις ἀλλὰ πολὺ διαφέρουσιν· ἐπεὶ καὶ τῶν ὀψικαρποτέρων, ἃ δή τινές φασιν ἐνιαυτοφορεῖν, οἷον ἄρκευθον καὶ πρῖνον, ὅμως αἱ βλαστήσεις τοῦ ἦρος. αὐτὰ δ᾿ αὑτῶν τὰ ὁμογενῆ τῷ πρότερον καὶ ὕστερον διαφέρει κατὰ τοὺς τόπους· πρῶτα μὲν γὰρ βλαστάνει τὰ ἐν τοῖς ἕλεσιν, ὡς οἱ περὶ Μακεδονίαν λέγουσι, δεύτερα δὲ τὰ ἐν τοῖς πεδίοις, ἔσχατα δὲ τὰ ἐν τοῖς ὄρεσιν.

Αὐτῶν δὲ τῶν καθ᾿ ἕκαστα δένδρων τὰ μὲν [*](¹ i.e the male flower, cf. Schol. on Ar. Vesp. 1111. Θεόφραστος κυρίως λέγει κύτταρον τὴν προάνθησιν τῆς πίτυος: but no explanation of such a use of the word suggests itself. cf. 3 3. 8: 4 8. 7.) [*](2 ἀρίαν conj. Seh., cf. 3. 4. 2; 3. 16. 3; 3. 17. 1; ὀξύνην ἀγρίαν Ald.)

180
συναναβλαστάνει τοῖς ἡμέροις, οἷον ἀνδράχλη ἀφάρκη· ἀχρὰς δὲ μικρῷ ὕστερον τῆς ἀπίου. τὰ δὲ καὶ πρὸ ζεφύρου καὶ μετὰ πνοὰς εὐθὺ ζεφύρου. καὶ πρὸ ζεφύρου μὲν κρανεία καὶ θηλυκρανεία, μετὰ ζέφυρον δὲ δάφνη κλήθρα, πρὸ ἰσημερίας δὲ μικρὸν φίλυρα ζυγία φηγὸς συκῆ· πρωΐβλαστα δὲ καὶ καρύα καὶ δρῦς καὶ ἀκτέος· ἔτι δὲ μᾶλλον τὰ ἄκαρπα δοκοῦντα καὶ ἀλσώδη, λεύκη πτελέα ἰτέα αἴγειρος· πλάτανος δὲ μικρῷ ὀ ψιαίτερον τούτων. τὰ δὲ ἄλλα ὥσπερ ἐνισταμένου τοῦ ἦρος, οἷον ἐρινεὸς φιλύκη ὀξυάκανθος παλίουρος τέρμινθος καρύα διοσβάλανος· μηλέα δ᾿ ὀψίβλαστος· ὀψιβλαστότατον δὲ σχεδὸν ἴψος ἀρία τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν βλαστήσεις οὕτως ἔχουσιν.

Αἱ δὲ ἀνθήσεις ἀκολουθοῦσι μὲν ὡς εἰπεῖν κατὰ λόγον, οὐ μὴν ἀλλὰ παραλλάττουσι, μᾶλλον δὲ καὶ ἐπὶ πλέον ἡ τῶν καρπῶν τελείωσις. κρανεία μὲν γὰρ ἀποδίδωσι περὶ τροπὰς θερινὰς ἡ πρώιος σχεδὸν ὥσπερ πρῶτον· ἡ δ᾿ ὄψιος, ἣν δή τινες καλοῦσι θηλυκρανείαν, μετ᾿ αὐτὸ τὸ μετόπωρον· ἔστι δὲ ὁ ταύτης καρπὸς ἄβρωτος καὶ τὸ ξύλον ἀσθενὲς καὶ χαῦνον· τοσαυτη δὴ διαφορὰ περὶ ἄμφω.

4 τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ [*](¹ See below, n. 4.) [*](² τὰ ἀκ. δοκ. καὶ ἀλσ. conj. W.; τὰ ἀκ. καὶ δοκ. καὶ ἀλσ. U MP; τὰ ἀκ. τὰ δοκ. ἀλσ. Ald.) [*](3 ὥσπερ apologises for the unusual sense given to ἐνιστ.)

182
ὀψιαίτερον ἀποδίδωσι καὶ μελία καὶ σφένδαμνος τοῦ θέρους τὸν καρπόν· κλήθρα δὲ καὶ καρύα καὶ ἀχράδων τι γένος μετοπώρου· δρῦς δὲ καὶ διοσβάλανος ὀψιαίτερον ἔτι περὶ Πλειάδος δύσιν, ὡσαύτως δὲ καὶ φιλύκη καὶ πρῖνος καὶ παλίουρος καὶ ὀξυάκανθος μετὰ Πλειάδος δύσιν· ἡ δ᾿ ἀρία χειμῶνος ἀρχομένου· καὶ ἡ μηλέα μὲν τοῖς πρώτοις ψύχεσιν, ἀχρὰς δὲ ὀψία χειμῶνος· ἀνδράχλη δὲ καὶ ἀφάρκη τὸ μὲν πρῶτον πεπαίνουσιν ἅμα τῷ βότρυϊ περκάζοντι, τὸ δὲ ὕστερον, δοκεῖ γὰρ ταῦτα δίκαρπα, ἀρχομένου τοῦ χειμῶνος, ἐλάτη δὲ καὶ μίλος ἀνθοῦσι μικρὸν πρὸ ἡλίου τροπῶν· καὶ τῆς γε ἐλάτης τὸ ἄνθος κρόκινον καὶ ἄλλως καλόν· τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος.