Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἔτι δὲ καὶ τοῦ βάτου πλείω γένη, μεγίστην δὲ ἔχοντες διαφορὰν ὅτι ὁ μὲν ὀρθοφυὴς καὶ ὕψος ἔχων, ὁ δ᾿ ἐπὶ τῆς γῆς καὶ εὐθὺς κάτω νεύων καὶ ὅταν συνάπτῃ τῇ γῇ ῥιζούμενος πάλιν, ὃν δὴ καλοῦσί τινες χαμαίβατον. τὸ δὲ κυνόσβατον τὸν καρπὸν ὑπέρυθρον ἔχει καὶ παραπλήσιον τῷ τῆς ῥόας· ἔστι δὲ θάμνου καὶ δένδρου μεταξὺ καὶ παρόμοιον ταῖς ῥόαις, τὸ δὲ φύλλον ἀκανθῶδες.

[*](¹ cf. 1. 9. 4; 3. 18. 12; C.P. 1. 10. 7.)[*](² Some words are missing, which described various forms of παλίουρος, alluded to in πάντα ταῦτα (Sch.). cf. 4. 3. 3 where an African παλίουρος is descnbed.)[*](3 καθαπερεὶ φύλλῳ conj. W., cf. 3. 11. 2; καθάπερ τὸ φύλλον UMV.)
272

Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας. φύλλον δ᾿ ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμηκέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ᾿ ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς ὅστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθήσαντος δὲ ὁ καρπὸς ἄμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνοντσι οἶον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ᾿ ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνακάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντεριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα ἐν τοῖς ἀργιλώδεσι.

Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη. τρία δ᾿ οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν, [*](1 Plin. 13. 55: 24. 91.) [*](2 στοιχεῖν: cf. 3. 5. 3: Plin. 13. 55.) [*](³ Βοτρυῶδες conj. W ; βοτρυηδόν U; βοτρυδόν Aid.) [*](⁴ ὁ ῥοῦς masc. cf. Diosc. 1. 108.)

274
ὃν δὴ καλοῦσί τινες κορυμβίαν, οἱ δ᾿ Ἀθήνῃσιν Ἀχαρνικόν. ὁ δὲ ἐλάττων διακεχυμένος ὥσπερ καὶ ὁ μέλας· ἔχει δὲ καὶ ὁ μέλας διαφορὰς ἀλλ᾿ οὐχ ὁμοίως φανεράς.

Ἡ δὲ ἕλιξ ἐν μεγίσταις διαφοραῖς· καὶ γὰρ τοῖς φύλλοις πλεῖστον διαφέρει τῇ τε μικρότητι καὶ τῷ γωνοειδῆ καὶ εὐρυθμότερα εἶναι· τὰ δὲ τοῦ κιττοῦ περιφερέστερα καὶ ἀπλᾶ· καὶ τῷ μήκει τῶν κλημάτων καὶ ἔτι τῷ ἄκαρπος εἶναι. διατείνονται γάρ τινες τῷ μὴ ἀποκιττοῦσθαι τῇ φύσει τὴν ἕλικα ἀλλὰ τὴν ἐκ τοῦ κιττοῦ τελειουμένην. (εἰ δὲ πᾶσα ἀποκιττοῦται, καθάπερ τινές φασιν, ἡλικίας ἄν εἴη καὶ διαθέσεως οὐκ εἴδους διαφορά, καθάπερ καὶ τῆς ἀπίου πρὸς τὴν ἀχράδα.) πλὴν τό γε φύλλον καὶ ταύτης πολὺ διαφέρει πρὸς τὸν κιττόν. σπάνιον δὲ τοῦτο καὶ ἐν ὀλίγοις ἐστὶν ὥστε παλαιούμενον μεταβάλλειν, ὥσπερ ἐπὶ τῆς λεύκης καὶ τοῦ κρότωνος.

εἴδη δ᾿ ἐστὶ πλείω τῆς ἕλικος, ὡς μὲν τὰ προφανέστατα καὶ μέγιστα λαβεῖν τρία, ἥ τε χλοερὰ καὶ ποιώδης ἥπερ καὶ πλείστη, καὶ ἑτέρα ἡ λευκή, καὶ τρίτη ἡ ποικίλη, ἣν δὴ καλοῦσί τινες Θρᾳκίαν. [*](¹ cf. Theocr. 11. 46. Plin. 16. 145 foll.) [*](³ i. e. is the most ‘distinct’ of the ivies.) [*](4 cf. 1. 10. 1; Diosc. 2. 179.) [*](5 i.e. as an explanation of the barrenness of helix.) [*](6 i.e. and so becomes fertile.) [*](7 διατείνονται : cf. C. P. 4. 6. 1. διατ. τῳ . . . apparently = “insist on the view that,” . . . but the dative is strange The sentence, which is highly elliptical, is freely emended by most editors.)

276
ἑκάστη δὲ τούτων δοκεῖ διαφέρειν· καὶ γὰρ τῆς χλοώδους ἡ μὲν λεπτοτέρα καὶ ταξιφυλλοτέρα καὶ ἔτι πυκνοφυλλοτέρα, ἡ δ᾿ ἧττον πάντα ταῦτ᾿ ἔχουσα. καὶ τῆς ποικίλης ἡ μὲν μεῖζον ἡ δ᾿ ἔλαττον τὸ φύλλον, καὶ τὴν ποικιλίαν διαφέρουσα. ὡσαύτως δὲ καὶ τὰ τῆς λευκῆς τῷ μεγέθει καὶ τῇ χροιᾷ διαφέρουσιν. εὐαυξεστάτη δὲ ἡ ποιώδης καὶ ἐπὶ πλεῖστον προϊοῦσα. φανερὰν δ᾿ εἶναί φασιν τὴν ἀποκιττουμένην οὐ μόνον τοῖς φύλλοις ὅτι μείζω καὶ πλατύτερα ἔχει ἀλλὰ καὶ τοῖς βλαστοῖς· εὐθὺς γὰρ ὀρθοὺς ἔχει, καί οὐχ ὥσπερ ἡ ἑτέρα κατακεκαμμένη, καὶ διὰ τὴν λεπτότητα καὶ διὰ τὸ μῆκος· τῆς δὲ κιττώδους καὶ βραχύτεροι καὶ παχύτεροι. καὶ ὁ κιττὸς ὅταν ἄρχηται σπερμοῦσθαι μετέωρον ἔχει καὶ ὀρθὸν τὸν βλαστόν.