Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XVIII Ἔχει δὲ καὶ τἀλλα σχεδὸν ὅρη φύσεις τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ᾿ ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιότητος εἴρηται πλεονάκις ὅτι γίνεται καθ᾿ ἑκάστους τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά, καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων, ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου καὶ οἴτου καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων πολλῶν.

[*](¹ Lit. grape-stone.)[*](² 1 omit ἡ before διαφορά with Sch.)
270

Ῥάμνος τε γάρ ἐστιν ἡ μὲν μέλαινα ἡ δὲ λευκή, καὶ ὁ καρπὸς διάφορος, ἀκανθοφόροι δὲ ἄμφω. Τοῦ τε οἴσου τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· καὶ τὸ ἄνθος ἑκατέρου καὶ ὁ καρπὸς κατὰ λόγον ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ἔνιοι δὲ καὶ ὥσπερ ἀνὰ μέσον, ὦν καὶ τὸ ἄνθος ἐπιπορφυρίζει καὶ οὔτε οἰνωπὸν οὔτε ἔκλευκόν ἐστιν ὥσπερ τῶν ἑτέρων. ἔχει δὲ καὶ τὰ φύλλα λεπτότερα καὶ λειότερα καὶ τὰς ῥάβδους τὸ λευκόν.

“0 τε παλίουρος ἔχει διαφορὰς --- ἅπόντα δὲ ταῦτα καρποφόρα. καὶ ὅ γε παλίουρος ἐν λοβῷ τινι τὸν καρπὸν ἔχει καθαπερεὶ φύλλῳ, ἐν ᾦ τρία ἢ τέτταρα γίνεται. χρῶνται δ᾿ αὐτῷ πρὸς τὰς βῆχας οἱ ἰατροὶ κοπτοντες· ἔχει γάρ τινα γλισχρότητα καὶ λίπος, ὥσπερ τὸ τοῦ λίνου σπέρμα. φύεται δὲ καὶ ἐπὶ τοῖς ἐφύδροις καὶ ἐν τοῖς ξηροῖς, ὥσπερ ὁ βάτος. οὐχ ἦττον δέ ἐστι τὸ δένδρον πάρδρον. φυλλοβόλον δὲ καὶ οὐχ ὥσπερ ἡ ῥάμνος ἀείφυλλον.

Ἔτι δὲ καὶ τοῦ βάτου πλείω γένη, μεγίστην δὲ ἔχοντες διαφορὰν ὅτι ὁ μὲν ὀρθοφυὴς καὶ ὕψος ἔχων, ὁ δ᾿ ἐπὶ τῆς γῆς καὶ εὐθὺς κάτω νεύων καὶ ὅταν συνάπτῃ τῇ γῇ ῥιζούμενος πάλιν, ὃν δὴ καλοῦσί τινες χαμαίβατον. τὸ δὲ κυνόσβατον τὸν καρπὸν ὑπέρυθρον ἔχει καὶ παραπλήσιον τῷ τῆς ῥόας· ἔστι δὲ θάμνου καὶ δένδρου μεταξὺ καὶ παρόμοιον ταῖς ῥόαις, τὸ δὲ φύλλον ἀκανθῶδες.

[*](¹ cf. 1. 9. 4; 3. 18. 12; C.P. 1. 10. 7.)[*](² Some words are missing, which described various forms of παλίουρος, alluded to in πάντα ταῦτα (Sch.). cf. 4. 3. 3 where an African παλίουρος is descnbed.)[*](3 καθαπερεὶ φύλλῳ conj. W., cf. 3. 11. 2; καθάπερ τὸ φύλλον UMV.)
272

Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας. φύλλον δ᾿ ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμηκέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ᾿ ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς ὅστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθήσαντος δὲ ὁ καρπὸς ἄμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνοντσι οἶον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ᾿ ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνακάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντεριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα ἐν τοῖς ἀργιλώδεσι.

Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη. τρία δ᾿ οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν, [*](1 Plin. 13. 55: 24. 91.) [*](2 στοιχεῖν: cf. 3. 5. 3: Plin. 13. 55.) [*](³ Βοτρυῶδες conj. W ; βοτρυηδόν U; βοτρυδόν Aid.) [*](⁴ ὁ ῥοῦς masc. cf. Diosc. 1. 108.)

274
ὃν δὴ καλοῦσί τινες κορυμβίαν, οἱ δ᾿ Ἀθήνῃσιν Ἀχαρνικόν. ὁ δὲ ἐλάττων διακεχυμένος ὥσπερ καὶ ὁ μέλας· ἔχει δὲ καὶ ὁ μέλας διαφορὰς ἀλλ᾿ οὐχ ὁμοίως φανεράς.