Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἴδια δὲ καὶ τάδε τὰ περὶ τὴν Ἴδην ἐστίν, οἶον ἥ τε Ἀλεξάνδρεια καλουμένη δάφνη καὶ συκῆ τις καὶ ἄμπελος. τῆς μὲν οὖν δάφνης ἐν τούτῳ τὸ ἴδιον, ὅτι ἐπιφυλλόκαρπόν ἐστιν, ὥσπερ καὶ ἡ κεντρομυρρίνη· ἀμφότεραι γὰρ τὸν καρπὸν ἔχουσιν ἐκ τῆς ῥάχεως τοῦ φύλου.
Ἡ δὲ συκῆ θαμνῶδες μὲν καὶ οὐχ ὑψηλόν. πάχος δ᾿ ἔχον ὥστε καὶ πηχυαῖον εἶναι τὴν περίμετρον· τὸ δὲ ξύλον ἐπεστραμμένον γλίσχρον· κάτωθεν μὲν λεῖον καὶ ἄνοζον ἄνωθεν δὲ περίκομον· [*](¹ κολοιτίαν (? κολοιτέαν) U. cf. 1. 11. 2; 3. 17. 2. Which- ever spelling is correct should probably be adopted in all three places. cf. 3. 11. 3.)
Ἡ δὲ ἄμπελος φύεται μὲν τῆς Ἴδης περὶ τὰς Φαλάκρας καλουμένας· ἔστι δὲ θαμνῶδες ῥαβδίοις μικροῖς· τείνονται δὲ οἱ κλῶνες ὡς πυγωνιαῖοι, πρὸς οἶς ῥᾶγές εἰσιν ἐκ πλαγίου μέλαιναι τὸ μέγεθος ἡλίκος κύαμος γλυκεῖαι· ἔχουσι δὲ ἐντὸς γιγαρτῶδές τι μαλακόν· φύλλον στρογγύλον ἀσχιδὲς μικρόν.
XVIII Ἔχει δὲ καὶ τἀλλα σχεδὸν ὅρη φύσεις τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ᾿ ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιότητος εἴρηται πλεονάκις ὅτι γίνεται καθ᾿ ἑκάστους τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά, καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων, ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου καὶ οἴτου καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων πολλῶν.
[*](¹ Lit. grape-stone.)[*](² 1 omit ἡ before διαφορά with Sch.)Ῥάμνος τε γάρ ἐστιν ἡ μὲν μέλαινα ἡ δὲ λευκή, καὶ ὁ καρπὸς διάφορος, ἀκανθοφόροι δὲ ἄμφω. Τοῦ τε οἴσου τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· καὶ τὸ ἄνθος ἑκατέρου καὶ ὁ καρπὸς κατὰ λόγον ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ἔνιοι δὲ καὶ ὥσπερ ἀνὰ μέσον, ὦν καὶ τὸ ἄνθος ἐπιπορφυρίζει καὶ οὔτε οἰνωπὸν οὔτε ἔκλευκόν ἐστιν ὥσπερ τῶν ἑτέρων. ἔχει δὲ καὶ τὰ φύλλα λεπτότερα καὶ λειότερα καὶ τὰς ῥάβδους τὸ λευκόν.
“0 τε παλίουρος ἔχει διαφορὰς --- ἅπόντα δὲ ταῦτα καρποφόρα. καὶ ὅ γε παλίουρος ἐν λοβῷ τινι τὸν καρπὸν ἔχει καθαπερεὶ φύλλῳ, ἐν ᾦ τρία ἢ τέτταρα γίνεται. χρῶνται δ᾿ αὐτῷ πρὸς τὰς βῆχας οἱ ἰατροὶ κοπτοντες· ἔχει γάρ τινα γλισχρότητα καὶ λίπος, ὥσπερ τὸ τοῦ λίνου σπέρμα. φύεται δὲ καὶ ἐπὶ τοῖς ἐφύδροις καὶ ἐν τοῖς ξηροῖς, ὥσπερ ὁ βάτος. οὐχ ἦττον δέ ἐστι τὸ δένδρον πάρδρον. φυλλοβόλον δὲ καὶ οὐχ ὥσπερ ἡ ῥάμνος ἀείφυλλον.
Ἔτι δὲ καὶ τοῦ βάτου πλείω γένη, μεγίστην δὲ ἔχοντες διαφορὰν ὅτι ὁ μὲν ὀρθοφυὴς καὶ ὕψος ἔχων, ὁ δ᾿ ἐπὶ τῆς γῆς καὶ εὐθὺς κάτω νεύων καὶ ὅταν συνάπτῃ τῇ γῇ ῥιζούμενος πάλιν, ὃν δὴ καλοῦσί τινες χαμαίβατον. τὸ δὲ κυνόσβατον τὸν καρπὸν ὑπέρυθρον ἔχει καὶ παραπλήσιον τῷ τῆς ῥόας· ἔστι δὲ θάμνου καὶ δένδρου μεταξὺ καὶ παρόμοιον ταῖς ῥόαις, τὸ δὲ φύλλον ἀκανθῶδες.
[*](¹ cf. 1. 9. 4; 3. 18. 12; C.P. 1. 10. 7.)[*](² Some words are missing, which described various forms of παλίουρος, alluded to in πάντα ταῦτα (Sch.). cf. 4. 3. 3 where an African παλίουρος is descnbed.)[*](3 καθαπερεὶ φύλλῳ conj. W., cf. 3. 11. 2; καθάπερ τὸ φύλλον UMV.)Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας. φύλλον δ᾿ ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμηκέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ᾿ ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς ὅστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθήσαντος δὲ ὁ καρπὸς ἄμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνοντσι οἶον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ᾿ ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνακάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντεριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα ἐν τοῖς ἀργιλώδεσι.
Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη. τρία δ᾿ οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν, [*](1 Plin. 13. 55: 24. 91.) [*](2 στοιχεῖν: cf. 3. 5. 3: Plin. 13. 55.) [*](³ Βοτρυῶδες conj. W ; βοτρυηδόν U; βοτρυδόν Aid.) [*](⁴ ὁ ῥοῦς masc. cf. Diosc. 1. 108.)
Ἡ δὲ ἕλιξ ἐν μεγίσταις διαφοραῖς· καὶ γὰρ τοῖς φύλλοις πλεῖστον διαφέρει τῇ τε μικρότητι καὶ τῷ γωνοειδῆ καὶ εὐρυθμότερα εἶναι· τὰ δὲ τοῦ κιττοῦ περιφερέστερα καὶ ἀπλᾶ· καὶ τῷ μήκει τῶν κλημάτων καὶ ἔτι τῷ ἄκαρπος εἶναι. διατείνονται γάρ τινες τῷ μὴ ἀποκιττοῦσθαι τῇ φύσει τὴν ἕλικα ἀλλὰ τὴν ἐκ τοῦ κιττοῦ τελειουμένην. (εἰ δὲ πᾶσα ἀποκιττοῦται, καθάπερ τινές φασιν, ἡλικίας ἄν εἴη καὶ διαθέσεως οὐκ εἴδους διαφορά, καθάπερ καὶ τῆς ἀπίου πρὸς τὴν ἀχράδα.) πλὴν τό γε φύλλον καὶ ταύτης πολὺ διαφέρει πρὸς τὸν κιττόν. σπάνιον δὲ τοῦτο καὶ ἐν ὀλίγοις ἐστὶν ὥστε παλαιούμενον μεταβάλλειν, ὥσπερ ἐπὶ τῆς λεύκης καὶ τοῦ κρότωνος.
εἴδη δ᾿ ἐστὶ πλείω τῆς ἕλικος, ὡς μὲν τὰ προφανέστατα καὶ μέγιστα λαβεῖν τρία, ἥ τε χλοερὰ καὶ ποιώδης ἥπερ καὶ πλείστη, καὶ ἑτέρα ἡ λευκή, καὶ τρίτη ἡ ποικίλη, ἣν δὴ καλοῦσί τινες Θρᾳκίαν. [*](¹ cf. Theocr. 11. 46. Plin. 16. 145 foll.) [*](³ i. e. is the most ‘distinct’ of the ivies.) [*](4 cf. 1. 10. 1; Diosc. 2. 179.) [*](5 i.e. as an explanation of the barrenness of helix.) [*](6 i.e. and so becomes fertile.) [*](7 διατείνονται : cf. C. P. 4. 6. 1. διατ. τῳ . . . apparently = “insist on the view that,” . . . but the dative is strange The sentence, which is highly elliptical, is freely emended by most editors.)
Πολύρριζος μὲν οὖν ἅπας κιττὸς καὶ πυκνόρριζος συνεστραμμένος ταῖς ῥίζαις καὶ ξυλώδεσι καὶ παχείαις καὶ οὐκ ἄγαν βαθύρριζος, μάλιστα δ᾿ ὁ μέλας, καὶ τοῦ λευκοῦ ὁ τραχύτατος καὶ ἀγριώτατος· δι᾿ ὃ καὶ χαλεπὸς παραφύεσθαι πᾶσι τοῖς δένδροις· ἀπόλλυσι γὰρ πάντα καὶ ἀφαυαίνει παραιρούμενος τὴν τροφήν. λαμβάνει δὲ μάλιστα πάχος οὖτος καὶ ἀποδενδροῦται καὶ γίνεται αὐτὸ καθ᾿ αὑτὸ κιττοῦ δένδρον. ὡς δ᾿ ἐπὶ τὸ πλεῖον εἶναι πρὸς ἑτέρῳ φιλεῖ καὶ ζητεῖ καὶ ὥσπερ ἐπαλλόκαυλόν ἐστιν.
ἔχει δ᾿ εὐθὺς καὶ τῆς [*](¹ ταξιφυλλοτέρα conj. W. from Plin. 16. 149, folia in ordinem digesto ; μακροφυλλοτέρα MSS. cf. 1. 10 8.) [*](² κατακεκαμμένη conj. W.; κατακεκαυμένη UAld.; κατακεκαμ- μένους conj. Seh.) [*](3 κιττώδους MSS.; ποώδους conj. St. ⁴ cf. C.P. 1. 16. 4.)
Ἡ δὲ σμῖλάξ ἐστι μὲν ἐπαλλόκαυλον, ὁ δὲ καυλὸς ἀκανθώδης καὶ ὥσπερ ὀρθάκανθος, τὸ δὲ φύλλον κιττῶδες μικρὸν ἀγώνιον, κατὰ τὴν μίσχου πρόσφυσιν τυληρόν. ἴδιον δ᾿ ὅτι τήν τε διὰ μέσου ταύτην ὥσπερ ῥάχιν λεπτὴν ἔχει καὶ τὰς στημονίους διαλήψεις οὐκ ἀπὸ ταύτης, ὥσπερ τὰ τῶν ἄλλων, ἀλλὰ περὶ αὐτὴν περιφερεῖς ἠγμένας ἀπὸ τῆς προσφύσεως τοῦ μίσχου τῷ φύλλῳ. παρὰ δὲ τοῦ καυλοῦ τὰ γόνατα καὶ παρὰ τὰς διαλείψεις τὰς φυλλικὰς ἐκ τῶν αὐτῶν μίσχων τοῖς φύλλοις παραπέφυκεν ἴουλος λεπτὸς καὶ ἑλικτός· ἄνθος δὲ λευκὸν καὶ εὐῶδες λείρινον· [*](¹ σμῖλαξ: ? μῖλαξ W. cf. 1. 10. 5: Plin. 16. 153—155.) [*](2 ἐπαλλόκαυλον conj. Sch.; ἐπαυλόκαυλον V. cf. 3. 18. 10.) [*](3 καυλὸς conj. R. Const.; καρπὸς UMVAld.) [*](4 τυληρόν conj. W.; νοτηρόν Ald. U (corrected).) [*](5 ταύτην; cf. τὸ θυλακῶδες τοῦτο, 3. 7. 3. Is the pronoun)