Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XVI. Ὁ δὲ πρῖνος φύλλον μὲν ἔχει δρυῶδες, ἔλαττον δὲ καὶ ἐπακανθίζον, τὸν δὲ φλοιὸν λειότερον δρυός. αὐτὸ δὲ τὸ δένδρον μέγα, καθάπερ ἡ δρῦς, ἐὰν ἔχῃ τόπον καὶ ἔδαφος· ξύλον δὲ πυκνὸν καὶ ἰσχυρόν· βαθύρριζον δὲ ἐπιεικῶς καὶ πολύρριζον. καρπὸν δὲ ἔχει βαλανώδη· μικρὰ δὲ ἡ βάλανος· περικαταλαμβάνει δὲ ὁ νέος τὸν ἔνον· ὀψὲ γὰρ πεπαίνει, δι᾿ ὃ καὶ διφορεῖν τινές φασι. φέρει δὲ παρὰ τὴν βάλανον καὶ κόκκον τινὰ φοινικοῦν· ἴσχει δὲ καὶ ἰξίαν καὶ ὑφέαρ· ὥστε ἐνίοτε συμβαίνει τέτταρας ἅμα καρποὺς ἔχειν αὐτόν, δύο μὲν τοὺς ἑαυτοῦ δύο δ᾿ ἄλλους τόν τε τῆς ἰξίας καὶ τὸν τοῦ ὑφέαρος. καὶ τὴν [*](¹ Ouoted by Athen. 2. 34; cf. Plin. 16. 120; 26. 99; 27. 62 and 63.) [*](2 τετανόν : cf. 3. 11. 1; 3. 12. 5. Athen., l.c., has τετα- μένον.) [*](³ ἐκεῖνο Athen. l.c.; κἀκεῖνο Ald.) [*](⁴ ζανθὸν before ἰσχυρόν Athen. l.c.)

260
μὲν ἰξίαν φέρει ἐκ τῶν πρὸς βορρᾶν, τὸ δὲ ὑφεαρ ἐκ τῶν πρὸς μεσημβρίαν.

Οἱ δὲ περὶ Ἀρκαδίαν δένδρον τι σμίλακα καλοῦσιν, ὅ ἐστιν ὅμοιον τῷ πρίνῳ, τὰ δὲ φύλλα οὐκ ἀκανθώδη ἔχει ἀλλ᾿ ἁπαλώτερα καὶ βαθύτερα καὶ διαφορὰς ἔχοντα πλείους· οὐδὲ τὸ ξύλον ὥσπερ ἐκεῖνο στερεὸν καὶ πυκνόν, ἀλλὰ καὶ μαλακὸν ἐν ταῖς ἐργασίαις.

Ὃ δὲ καλοῦσιν οἱ Ἀρκάδες φελλόδρυν τοιάνδε ἔχει τὴν φύσιν· ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνὰ μέσον πρίνου καὶ δρυός ἐστιν· καὶ ἔνιοί γε ὑπολαμβάνουσιν εἶναι θῆλυν πρῖνον· δι᾿ ὃ καὶ ὅπου μὴ φύεται πρῖνος τούτῳ χρῶνται πρὸς τὰς ἁμάξας καὶ τὰ τοιαῦτα, καθάπερ οἱ περὶ Λακεδαίμονα καὶ Ἠλείαν. καλοῦσι δὲ οι γε Δωριεῖς καὶ ἀρίαν τὸ δένδρον· ἔστι δὲ μαλακώτερον μὲν καὶ μανότερον τοῦ πρίνου, σκληρότερον δὲ καὶ πυκνότερον τῆς δρυός· καὶ τὸ χρῶμα φλοισθέντος τοῦ ξύλου λευκότερον μὲν τοῦ πρίνου, οἰνωπότερον δὲ τῆς δρυός· τὰ δὲ φύλλα προσέοικε μὲν ἀμφοῖν, ἔχει δὲ μείζω μὲν ἡ ὡς πρῖνος ἐλάττω δὲ ἡ ὡς δρῦς· καὶ τὸν καρπὸν τοῦ μὲν πρίνου κατὰ μέγεθος ἐλάττω ταῖς ἐλαχίσταις δὲ βαλάνοις ἴσον, καὶ γλυκύτερον μὲν τοῦ πρίνου πικρότερον δὲ τῆς δρυός. καλοῦσι δέ τινες τὸν μὲν τοῦ πρίνου καὶ τὸν ταύτης καρπὸν ἄκυλον, τὸν δὲ τῆς δρυὸς βάλανον. μήτραν δὲ ἔχει φανερωτέραν ἢ ὁ πρῖνος· καὶ ἡ μὲν φελλόδρυς τοιαύτην τινὰ ἔχει φύσιν.

[*](¹ Plin. 16. 19. See Index.)[*](² βαθύτερα MSS.; εὐθότερα conj. Dalec.)[*](3 Plin. l.c. See Index.)
262

Ἡ δὲ κόμαρος, ἡ τὸ μεμαίκυλον φέρουσα τὸ ἐδώδιμον, ἐστὶ μὲν οὐκ ἄγαν μέγα, τὸν δὲ φλοιὸν ἔχει λεπτὸν μὲν παρόμοιον μυρίκῃ, τὸ δὲ φύλλον μεταξὺ πρίνου καὶ δάφνης. ἀνθεῖ δὲ τοῦ Πυανεψιῶνος· τὰ δὲ ἄνθη πέφυκεν ἀπὸ μιᾶς κρεμάστρας ἐπ᾿ ἄκρων βοτρυδόν· τὴν δὲ μορφὴν ἕκαστόν ἐστιν ὅμοιον μύρτῳ προμήκει καὶ τῷ μεγέθει δὲ σχεδὸν τηλικοῦτον· ἄφυλλον δὲ καὶ κοῖλον ὥσπερ ὠὸν ἐκκεκολαμμένον τὸ στόμα δὲ ἀνεῳγμένον· ὅταν δ᾿ ἀπανθήσῃ, καὶ ἡ πρόσφυσις τετρύπηται, τὸ δ᾿ ἀπανθῆσαν λεπτὸν καὶ ὥσπερ σφόνδυλος περὶ ἄτρακτον ἢ κάρνειος Δωρικός· ὁ δὲ καρπὸς ἐνιαυτῷ πεπαίνεται, ὥσθ᾿ ἅμα συμβαίνει τοῦτόν τ᾿ ἔχειν καὶ τὸν ἕτερον ἀνθεῖν.

Παρόμοιον δὲ τὸ φύλλον καὶ ἡ ἀνδράχλη ἔχει τῷ κομάρῳ, μέγεθος οὐκ ἄγαν μέγα· τὸν δὲ φλοιὸν λεῖον ἔχει καὶ περιρρηγνύμενον· καρπὸν δ᾿ ἔχει ὅμοιον τῇ κομάρῳ.

Ὅμοιον δ᾿ ἐστὶ τούτοις τὸ φύλλον καὶ τὸ τῆς κοκκυγέας· τὸ δὲ δένδρον μικρόν. ἴδιον δὲ ἔχει τὸ ἐκπαπποῦσθαι τὸν καρπόν· τοῦτο γὰρ οὐδ᾿ ἐφ' ἑνὸς ἀκηκόαμεν ἄλλου δένδρου. ταῦτα μὲν οὖν κοινότερα πλείοσι χώραις καὶ τόποις.

[*](¹ Plin. 15. 98 and 99; Diosc. 1. 122. 2 October.)[*](³ ἐκκεκολαμμένον MV, cf. Arist. H. 4. 6. 3 ; ἐγκεκολαμμένον UAld. 4 cf. 1. 13. 3.)[*](5 κάρνειος, an unknown word, probably corrupt; κίονος Δωρικοῦ conj. Sch., ‘drum of a Doric column.’ cf. Athen. 5. 39.)