Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἀλλ᾿ αὕτη μὲν ἀπηρτημένη πώς ἐστι τῆς αἰσθήσεως. ἄλλαι δὲ ὁμολογούμεναι καὶ ἐμφανεῖς, οἷον ὅταν ἔφοδος γένηται ποταμοῦ παρεκβάντος τὸ ῥεῖθρον ἡ καὶ ὅλως ἑτέρωθι ποιησαμένου, καθάπερ ?? Νέσος ἐν τῇ Ἀβδηρίτιδι πολλάκις μεταβαίνει, καὶ ἄμα τῇ μεταβάσει τοσαύτην ὕλην συγγεννᾷ τοῖς τόποις, ὥστε τῷ τρίτῳ ἔτει συνηρεφεῖν. καὶ πάλιν ὅταν ἐπομβρίαι κατάσχωσι πλείω χρόνον· καὶ γὰρ ἐν ταύταις βλαστήσεις γίνονται φυτῶν. ἔοικε δὲ ἡ μὲν τῶν ποταμῶν ἔφοδος ἐπάγειν σπέρματα καὶ καρπούς, καὶ τοὺς ὀχετούς φασι τὰ τῶν ποιωδῶν· ἡ δ᾿ ἐπομβρία [*](cf. C.P. 1. 5. 2.) [*](2 Sc. of Apollonia, the ‘Ionian’philosopher.) [*](cf. C.P. 1. 10. 3; 3. 23. 1; Arist. Meteor. 2. 9.)

164
τοῦτο ποιεῖ ταὐτό· συγκαταφέρει γὰρ πολλὰ τῶν σπερμάτων, καὶ ἄμα σῆψίν τινα τῆς γῆς καὶ τοῦ ὕδατος· ἐπεὶ καὶ ἡ μίξις αὐτὴ τῆς Αἰγυπτίας γῆς δοκεῖ τινα γεννᾶν ὕλην.

ἐνιαχοῦ δε, ἂν μόνον ὑπεργάσωνται καὶ κινήσωσιν, εὐθὺς ἀναβλαστάνει τὰ οἰκεῖα τῆς χώρας, ὥσπερ ἐν Κρήτῃ κυπάριττοι. γίνεται δὲ παραπλήσιόν τι τούτῳ καὶ ἐν τοῖς ἐλάττοσιν· ἄμα γὰρ κινουμένης ἀναβλαστάνει πόα τις ἐν ἑκάστοις. ἐν δὲ τοῖς ἡμιβρόχοις ἐὰν ὑπονεάσῃς φαίνεσθαί φασι τρίβολον. αὗται μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς χώρας εἰσίν, εἴτε καὶ ἐνυπαρχόντων σπερμάτων εἴτε καὶ αὐτῆς πως διατιθεμένης· ὅπερ ἴσως οὐκ ἄτοπον ἐγκατακλειομένων ἅμα τῶν ὑγρῶν· ἐνιαχοῦ δὲ καὶ ὑδάτων ἐπιγινομένων ἰδιώτερον ἀνατεῖλαι ὕλης πλῆθος, ὥσπερ ἐν Κυρήνῃ πιττώδους τινὸς γενομένου καὶ παχέος· οὕτως γὰρ ἀνεβλάστησεν ἡ πλησίον ὕλη πρότερον οὐκ οὖσα. φασὶ δὲ καὶ τό γε σίλφιον οὐκ ὂν πρότερον ἐκ τοιαύτης τινὸς αἰτίας φανῆναι. τρόποι μὲν οὖν τοιοῦτοι τῶν τοιούτων γενέσεων.

II. Πάντα δὲ κάρπιμα ἢ ἄκαρπα, καὶ ἀείφυλλα ἢ φυλλοβόλα, καὶ ἀνθοῦντα ἢ ἀνανθῆ· κοιναὶ [*](¹ ἡ δ᾿ . . . ταὐτὸ conj. W.; ἡ δ᾿ ἐπ. τοῦτ᾿ αὖ ἐποίει ταὐτὸ UMV (δ᾿ αὖ marked doubtful in U); ἡ δ᾿ ἐπ. τοῦτ᾿ αὐτὸ ἐποίει Ald. ² Plin. 16. 142.) [*](3 i.e. and is released by working the ground.) [*](4 cf. C. P. 1. 5. 1; Plin. 16. 143, who gives the date Λ.U.C. 130; cf. 19. 41.)

166
γάρ τινες διαιρέσεις ἐπὶ πάντων εἰσὶν ὁμοίως ἡμέρων τε καὶ ἀγρίων. ἴδια δὲ πρὸς τὰ ἥμερα τῶν ἀγρίων ὀψικαρπία τε καὶ ἰσχὺς καὶ πολυκαρπία τῷ προφαίνειν· πεπαίνει τε γὰρ ὀψιαίτερον καὶ τὸ ὅλον ἀνθεῖ καὶ βλαστάνει ὡς ἐπὶ τὸ πᾶν· καὶ ἰσχυρότερα τῇ φύσει· καὶ προφαίνει μὲν πλείω καρπὸν ἐκπέττει δ᾿ ἧττον, εἰ μὴ καὶ πάντα ἀλλά γε τὰ ὁμογενῆ, οἷον ἐλάας καὶ ἀπίου κότινος καὶ ἀχράς. ἅπαντα γὰρ οὕτως, πλὴν εἴ τι σπάνιον, ὥσπερ ἐπὶ τῶν κρανείων καὶ τῶν οὔων· ταῦτα γὰρ δή φασι πεπαίτερα καὶ ἡδύτερα τὰ ἄγρια τῶν ἡμέρων εἶναι· καὶ εἰ δή τι ἄλλο μὴ προσδέχεται γεωργίαν ἢ δένδρον ἡ καί τι τῶν ἐλαττόνων, οἷον τὸ σίλφιον καὶ ἡ κάππαρις καὶ τῶν χεδροπῶν ὁ θέρμος, ὃ καὶ μάλιστ᾿ ἄν τις ἄγρια τὴν φύσιν εἴποι.

τὸ γὰρ μὴ προσδεχόμενον ἡμέρωσιν, ὥσπερ ἐν τοῖς ζώοις, τοῦτο ἄγριον τῇ φύσει. καίτοι φησὶν Ἵππων ἅπαν καὶ ἥμερον καὶ ἄγριον εἶναι, καὶ θεραπευόμενον μὲν ἥμερον μὴ θεραπευόμενον δὲ ἄγριον, τῇ μὲν ὀρθῶς λέγων τῇ δὲ οὐκ ὀρθῶς. ἐξαμελούμενον γὰρ ἅπαν χεῖρον γίνεται καὶ ἀπαγριοῦται, θεραπευόμενον δὲ οὐχ ἅπαν βέλτιον, ὥσπερ εἴρηται. ὃ δὴ χωριστέον καὶ τὰ μὲν ἄγρια τὰ δ᾿ ἥμερα λεκτέον, [*](¹ εἰ μή . . . ὁμογενῆ conj. W.; εἰ μὴ καὶ πάντα τὰ ᾶλλα καὶ τὰ δμοιογενῆ UMVAld.H.) [*](2 cf. C.P. 3. 1. 4. cf. 1. 3. 5 n.) [*](⁴ i.e. the terms ‘cultivated’ and ‘wild’ do not denote distinct ‘kinds.’)

168
ὥσπερ τῶν ζώων τὰ συνανθρωπευόμενα καὶ τὰ δεχόμενα τιθασείαν.