Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

144

Ἐν δὲ ταῖς τῶν ἄλλων φυτείαις ἀνάπαλιν τίθενται τὰ φυτευτήρια, καθάπερ τῶν κλημάτων. οἱ μὲν οὖν οὐθὲν διαφέρειν φασὶν ἥκιστα δὲ ἐπὶ τῶν ἀμπέλων· ἔνιοι δὲ ῥόαν δασύνεσθαι καὶ σκιάζειν μᾶλλον τὸν καρπόν· ἔτι δὲ ἦττον ἀποβάλλειν τοὺς κυτίνους. συμβαίνειν δὲ τοῦτό φασι καὶ ἐπὶ τῆς συκῆς· οὐ γὰρ ἀποβάλλειν ἀνάπαλιν φυτευθεῖσαν, ἔτι δ᾿ εὐβατωτέραν γίνεσθαι· οὐκ ἀποβάλλειν δὲ οὐδ᾿ ἐάν τις ἀποκλάσῃ φυομένης εὐθὺς τὸ ἄκρον.

Αἱ μὲν οὖν φυτεῖαι καὶ γενέσεις ὃν τρόπον ἔχουσι σχεδὸν ὡς τύπῳ περιλαβεῖν εἴρηνται.

VII. Περὶ δὲ τῆς ἐργασίας καὶ τῆς θεραπείας τὰ μέν ἐστι κοινὰ τὰ δὲ ἴδια καθ᾿ ἕκαστον. κοινὰ μὲν ἥ τε σκαπάνη καὶ ἡ ὑδρεία καὶ ἡ κόπρωσις, ἔτι δὲ ἡ διακάθαρσις καὶ ἀφαίρεσις τῶν αὔων. διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον. τὰ μὲν φίλυδρα καὶ φιλόκοπρα τὰ δ᾿ οὐχ ὁμοίως, οἶον ἡ κυπάριττος, ἥπερ οὐ φιλόκοπρον οὐδὲ φίλυδρον, ἀλλὰ καὶ ἀπόλλυσθαί φασιν ἐάν γε νέαν οὖσαν ἐφυδρεύωσι πολλῷ. ῥόα δὲ καὶ ἄμπελος φίλυδρα. συκῆ δὲ εὐβλαστοτέρα μὲν ὑδρευομένη τὸν δὲ καρπὸν ἴσχει χείρω πλὴν τῆς Λακωνικῆς· αὕτη δὲ φίλυδρος.

[*](¹ ἀνάταλιν conj. Sch.; τἀνάπαλιν Ald. cf. C P. 2. 9. 4; Geop. 10. 45; Plin. 17. 84. ² οὖν ins. H.)[*](2 δασύνεσθαι: see LS. reff. s.v. δασύς.)[*](4 cf. C P. 2. 9. 3.)[*](5 εὐβατωτέραν (i.e. ‘more manageable’). The reference is to a method of keeping the tree dwarf (Bod.). Plin. l.c. has)
146

Διακαθαίρεσθαι δὲ πάντα ζητῖ· βελτίω γὰρ τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ και τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι᾿ ὃ καὶ --- ὅταν ᾖ γεράνδρυον ὅλως κόπτουσιν· ἡ γὰρ βλάστησις νέα γίνεται τοῦ δένδρου. πλείστης δὲ διακαθάρσεώς φησιν Ἀνδροτίων δεῖσθαι μύρρινον καὶ ἐλάαν· ὅσῳ γὰρ ἂν ἐλάττω καταλίπῃς, ἄμεινον βλαστήσει καὶ τὸν καρπὸν οἴσει πλείω· πλὴιν ἀμπέλου δῆλον ὅτι· ταύτῃ γὰρ ἀναγκαιότερον καὶ πρὸς βλάστησιν καὶ πρὸς εὐκαρπίαν. ἁπλῶς δὲ καὶ ταύτην καὶ τὴν ἄλλην θεραπείαν πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ ποιητέον.

Δεῖσθαι δέ φησιν Ἀνδροτίων καὶ κόπρου δριμυτάτης καὶ πλείστης ὑδρείας, ὥσπερ καὶ τῆς διακαθάρσεως, ἐλάαν καὶ μύρρινον καὶ ῥόαν· οὐ γὰρ ἔχειν μήτραν οὐδὲ νόσημα κατὰ γῆς οὐδέν· ἀλλ᾿ ἐπειδὰν παλαιὸν ᾖ τὸ δένδρον, ἀποτέμνειν δεῖν τοὺς ἀκρεμόνας ἔπειτα τὸ στέλεχος θεραπεύειν ὡσπερὰν ἐξ ἀρχῆς φυτευθέν· οὕτω δε φασι πολυχρονιώτερα καὶ ἰσχυρότατα μύρρινον εἶναι καὶ ἐλάαν. ταῦτα μὲν οὖν ἐπισκέψαιτ ἄν τις, εἰ καὶ μὴ πάντα ἀλλὰ περί γε τῆς μήτρας.

Ἡ δὲ κόπρος οὕτε πᾶσιν ὁμοίως οὖθ᾿ ἡ αὐτὴ πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ δ᾿ ἦττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου, [*](¹ Plin. 17. 248. ² Name of tree missing. Sch.) [*](3 cf. C.P. 3. 10. 4. ⁴ ταύτῃ conj. W.; ταύτης Ald.)

148
πέμπτην δὲ βοός, ἕκτην δὲ τὴν λοφούρων. ἡ δὲ συρματῖτις ἄλλη καὶ ἄλλως· ἡ μὲν γὰρ ἀσθενεστέρα ταύτης ἡ δὲ κρείττων.

Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν, ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτραφέστερα γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονιορτὸς ἔνια καὶ θάλλειν ποιεῖν, οἶον τὸν βότρυν, δι᾿ ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον. τὴν δ᾿ ἄμπελον οὕ φασί τινες δεῖν ἢ ὑποκονίειν οὐδ᾿ ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος, ἀλλ᾿ εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν οὖν τούτων ἀμφισβητοῦσιν.