Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Φύονται δὲ καὶ ἐκ τῶν τῆς ἐλάας πυρήνων ἀγριέλαιος, καὶ ἐκ τῶν τῆς ῥόας κόκκων τῶν γλυκέων ἀγεννεῖς, καὶ ἐκ τῶν ἀπυρήνων σκληραί, πολλάκις δὲ καὶ ὀξεῖαι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τῶν ἀπίων καὶ ἐκ τῶν μηλέων· ἐκ μὲν γὰρ τῶν ἀπίων μοχθηρὰ ἡ ἀχράς, ἐκ δὲ τῶν μηλέων χείρων τε τῷ γένει καὶ ἐκ γλυκείας ὀξεῖα, καὶ ἐκ στρουθίου Κυδώνιος. χείρων δὲ καὶ ἡ ἀμυγδαλῆ καὶ τῷ χυλῷ καὶ τῷ σκληρὰ ἐκ μαλακῆς· δι᾿ ὃ καὶ αὐξηθεῖσαν ἐγκεντρίζειν κελεύουσιν, εἰ δὲ μὴ τὸ μόσχευμα μεταφυτεύειν πολλάκις.

Χείρων δὲ καὶ ἡ δρῦς· ἀπὸ γοῦν τῆς ἐν Πύρρᾳ πολλοὶ φυτεύσαντες οὐκ ἐδύνανθ᾿ ὁμοίαν ποιεῖν. δάφνην δὲ καὶ μυρρίνην διαφέρειν ποτέ φασιν, ὡς ἐπὶ τὸ πολὺ δ᾿ ἐξίστασθαι καὶ οὐδὲ τὸ χρῶμα διασώζειν, ἀλλ᾿ ἐξ ἐρυθροῦ καρποῦ γίνεσθαι μέλαιναν, ὥσπερ καὶ τὴν ἐν Ἀντάνδρῳ· πολλάκις δὲ καὶ τὴν κυπάριττον ἐκ θηλείας ἄρρενα. μάλιστα δὲ τούτων ὁ φοῖνιξ δοκεῖ διαμένειν ὥσπερ εἰπεῖν τελείως τῶν ἀπὸ σπέρματος, καὶ πεύκη ἡ κωνοφόρος καὶ πίτυς ἡ φθειροποιός. ταῦτα μὲν οὖν ἐν τοῖς ἡμερωμένοις. ἐν δὲ τοῖς [*](¹ φύονται conj. W.; φυτευονται Ald. H.; φύεται Vo. cod. Cas.) [*](² γλυκέων conj. St.; γλαυκίων UMV Ald.) [*](3 cf. Athen. 3. 20 and 23. 4 cf. C. P. 1. 9. 1.) [*](5 In Lesbos: cf. 3. 9. 5 6 cf. C.P. 1. 9. 2.)

114
ἀγριοις δῆλον ὅτι πλειω κατὰ λόγον ὡς ἰσχυροτέροις· ἐπεὶ θάτερόν γε καὶ ἄτοπον, εἰ δὴ χείρω καὶ ἐν ἐκείνοις καὶ ὅλως ἐν τοῖς ἀπὸ σπέρματος μόνον· εἰ μή τι τῇ θεραπείᾳ δύνανται μεταβάλλειν.

Διαφέρουσι δὲ καὶ τόποι τόπων καὶ ἀὴρ ἀέρος· ἐνιαχοῦ γὰρ ἐκφέρειν ἡ χώρα δοκεῖ τὰ ὅμοια, καθάπερ καὶ ἐν Φιλίπποις· ἀνάπαλιν ὀλίγα καὶ ὀλιγαχοῦ λαμβάνειν μεταβολήν, ὥστε ἐκ σπέρματος ἀγρίου ποιεῖν ἥμερον ἢ ἐκ χείρονος ἀπλῶς βέλτιον· τοῦτο γὰρ ἐπὶ τῆς ῥόας μόνον ἀκηκόαμεν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ συμβαίνειν· ἐν Αἰγύπτῳ μὲν γὰρ τὴν ὀξεῖαν καὶ σπαρεῖσαν καὶ φυτευθεῖσαν γλυκεῖαν γίνεσθαί πως ἢ οἰνώδη· περὶ δὲ Σόλους τῆς Κιλικίας περὶ ποταμὸν τὸν Πίναρον, οὗ ἡ μάχη πρὸς Δαρεῖον ἐγένετο, πᾶσαι γίνονται ἀπύρηνοι.

8 Εὔλογον δὲ καὶ εἴ τις τὸν παρ᾿ ἡμῶν φοίνικα φυτεύοι ἐν Βαβυλῶνι, κάρπιμόν τε γίνεσθαι καὶ ἐξομοιοῦσθαι τοῖς ἐκεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τις ἑτέρα προσάλληλον ἔχει καρπὸν τόπῳ· κρείττων γὰρ οὗτος τῆς ἐργασίας καὶ τῆς θεραπείας. σημεῖον δ᾿ ὅτι μεταφερόμενα τἀκεῖθεν ἄκαρπα τὰ δὲ καὶ ὅλως ἀβλαστῆ γίνεται.